TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 641
Previous part

Chapter: 72 
Verse: 1  Ψαλμὸς τῷ Ασαϕ.
῾Ως ἀγαϑὸς τῷ Ισραηλ ϑεός,
τοῖς εὐϑέσι τῇ καρδίᾳ.
Verse: 2 
ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύϑησαν οἱ πόδες,
παρ' ὀλίγον ἐξεχύϑη τὰ διαβήματά μου.
Verse: 3 
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις
εἰρήνην ἁμαρτωλῶν ϑεωρῶν,
Verse: 4 
ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ ϑανάτῳ αὐτῶν
καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
Verse: 5 
ἐν κόποις ἀνϑρώπων οὐκ εἰσὶν
καὶ μετὰ ἀνϑρώπων οὐ μαστιγωϑήσονται.
Verse: 6 
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ὑπερηϕανία,
περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
Verse: 7 
ἐξελεύσεται ὡς ἐκ στέατος ἀδικία αὐτῶν
διήλϑοσαν εἰς διάϑεσιν καρδίας·
Verse: 8 
διενοήϑησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ,
ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
Verse: 9 
ἔϑεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν,
καὶ γλῶσσα αὐτῶν διῆλϑεν ἐπὶ τῆς γῆς.
Verse: 10 
διὰ τοῦτο ἐπιστρέψει λαός μου ἐνταῦϑα,
καὶ ἡμέραι πλήρεις εὑρεϑήσονται αὐτοῖς.
Verse: 11 
καὶ εἶπαν Πῶς ἔγνω ϑεός,
καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ;
Verse: 12 
ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐϑηνοῦνται·
εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
Verse: 13 
καὶ εἶπα ῎Αρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου
καὶ ἐνιψάμην ἐν ἀϑῴοις τὰς χεῖράς μου·
Verse: 14 
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν,
καὶ ἔλεγχός μου εἰς τὰς πρωίας.
Verse: 15 
εἰ ἔλεγον Διηγήσομαι οὕτως,
ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνϑέτηκα.
Verse: 16 
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο·
κόπος ἐστὶν ἐναντίον μου,
Verse: 17 
ἕως εἰσέλϑω εἰς τὸ ἁγιαστήριον τοῦ ϑεοῦ
καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
Verse: 18 
πλὴν διὰ τὰς δολιότητας ἔϑου αὐτοῖς,
κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρϑῆναι.
Verse: 19 
πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα·
ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
Verse: 20 
ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου,
κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
Verse: 21 
ὅτι ἐξεκαύϑη καρδία μου,
καὶ οἱ νεϕροί μου ἠλλοιώϑησαν,
Verse: 22 
καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων,
κτηνώδης ἐγενόμην παρὰ σοί.
Verse: 23 
καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ,
ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
Verse: 24 
ἐν τῇ βουλῇ σου ὡδήγησάς με
καὶ μετὰ δόξης προσελάβου με.
Verse: 25 
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ,
καὶ παρὰ σοῦ τί ἠϑέλησα ἐπὶ τῆς γῆς;
Verse: 26 
ἐξέλιπεν καρδία μου καὶ σάρξ μου,
ϑεὸς τῆς καρδίας μου καὶ μερίς μου ϑεὸς εἰς τὸν αἰῶνα.
Verse: 27 
ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται,
ἐξωλέϑρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
Verse: 28 
ἐμοὶ δὲ τὸ προσκολλᾶσϑαι τῷ ϑεῷ ἀγαϑόν ἐστιν,
τίϑεσϑαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου
τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου
ἐν ταῖς πύλαις τῆς ϑυγατρὸς Σιων. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.