TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 577
Previous part

Chapter: 8 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Κύριε κύριος ἡμῶν, ὡς ϑαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ // τῇ γῇ,
ὅτι ἐπήρϑη μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
Verse: 3 
ἐκ στόματος νηπίων καὶ ϑηλαζόντων κατηρτίσω αἶνον
ἕνεκα τῶν ἐχϑρῶν σου
τοῦ καταλῦσαι ἐχϑρὸν καὶ ἐκδικητήν.
Verse: 4 
ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
σελήνην καὶ ἀστέρας, σὺ ἐϑεμελίωσας.
Verse: 5 
τί ἐστιν ἄνϑρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ,
υἱὸς ἀνϑρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
Verse: 6 
ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεϕάνωσας αὐτόν·
Verse: 7 
καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
Verse: 8 
πρόβατα καὶ βόας πάσας,
ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
Verse: 9 
τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχϑύας τῆς ϑαλάσσης,
τὰ διαπορευόμενα τρίβους ϑαλασσῶν.
Verse: 10 
κύριε κύριος ἡμῶν, ὡς ϑαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ // τῇ γῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.