TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 578
Previous part

Chapter: 9 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυϕίων τοῦ υἱοῦ·
ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
᾽Εξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου,
διηγήσομαι πάντα τὰ ϑαυμάσιά σου·
Verse: 3 
εὐϕρανϑήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί,
ψαλῶ τῷ ὀνόματί σου, ὕψιστε.
Verse: 4 
ἐν τῷ ἀποστραϕῆναι τὸν ἐχϑρόν μου εἰς τὰ ὀπίσω
ἀσϑενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,
Verse: 5 
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου,
ἐκάϑισας ἐπὶ ϑρόνου, κρίνων δικαιοσύνην.
Verse: 6 
ἐπετίμησας ἔϑνεσιν, καὶ ἀπώλετο ἀσεβής,
τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα // τοῦ αἰῶνος·
Verse: 7 
τοῦ ἐχϑροῦ ἐξέλιπον αἱ ῥομϕαῖαι εἰς τέλος, καὶ πόλεις καϑεῖλες,
ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχους.
Verse: 8 
καὶ κύριος εἰς τὸν αἰῶνα μένει,
ἡτοίμασεν ἐν κρίσει τὸν ϑρόνον αὐτοῦ,
Verse: 9 
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,
κρινεῖ λαοὺς ἐν εὐϑύτητι.
Verse: 10 
καὶ ἐγένετο κύριος καταϕυγὴ τῷ πένητι,
βοηϑὸς ἐν εὐκαιρίαις ἐν ϑλίψει·
Verse: 11 
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου,
ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε.
Verse: 12 
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιων,
ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ,
Verse: 13 
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσϑη,
οὐκ ἐπελάϑετο τῆς κραυγῆς τῶν πενήτων.
Verse: 14 
ἐλέησόν με, κύριε, ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχϑρῶν μου,
ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ ϑανάτου,
Verse: 15 
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου
ἐν ταῖς πύλαις τῆς ϑυγατρὸς Σιων·
ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
Verse: 16 
ἐνεπάγησαν ἔϑνη ἐν διαϕϑορᾷ, ἐποίησαν,
ἐν παγίδι ταύτῃ, ἔκρυψαν, συνελήμϕϑη ποὺς αὐτῶν·
Verse: 17 
γινώσκεται κύριος κρίματα ποιῶν,
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμϕϑη ἁμαρτωλός.
ᾠδὴ διαψάλματος.
Verse: 18 
ἀποστραϕήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην,
πάντα τὰ ἔϑνη τὰ ἐπιλανϑανόμενα τοῦ ϑεοῦ·
Verse: 19 
ὅτι οὐκ εἰς τέλος ἐπιλησϑήσεται πτωχός,
ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
Verse: 20 
ἀνάστηϑι, κύριε, μὴ κραταιούσϑω ἄνϑρωπος,
κριϑήτωσαν ἔϑνη ἐνώπιόν σου·
Verse: 21 
κατάστησον, κύριε, νομοϑέτην ἐπ' αὐτούς,
γνώτωσαν ἔϑνη ὅτι ἄνϑρωποί εἰσιν.
διάψαλμα.
Verse: 22 
ἵνα τί, κύριε, ἀϕέστηκας μακρόϑεν,
ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν ϑλίψει;
Verse: 23 
ἐν τῷ ὑπερηϕανεύεσϑαι τὸν ἀσεβῆ ἐμπυρίζεται πτωχός,
συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται.
Verse: 24 
ὅτι ἐπαινεῖται ἁμαρτωλὸς ἐν ταῖς ἐπιϑυμίαις τῆς ψυχῆς // αὐτοῦ,
καὶ ἀδικῶν ἐνευλογεῖται·
Verse: 25 
παρώξυνεν τὸν κύριον ἁμαρτωλός
Κατὰ τὸ πλῆϑος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει·
οὐκ ἔστιν ϑεὸς ἐνώπιον αὐτοῦ.
Verse: 26 
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ,
ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,
πάντων τῶν ἐχϑρῶν αὐτοῦ κατακυριεύσει·
Verse: 27 
εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευϑῶ,
ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
Verse: 28 
οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου,
ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
Verse: 29 
ἐγκάϑηται ἐνέδρᾳ μετὰ πλουσίων
ἐν ἀποκρύϕοις ἀποκτεῖναι ἀϑῷον,
οἱ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν·
Verse: 30 
ἐνεδρεύει ἐν ἀποκρύϕῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ,
ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν,
ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
Verse: 31 
ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν,
κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
Verse: 32 
εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ ᾽Επιλέλησται ϑεός,
ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
Verse: 33 
ἀνάστηϑι, κύριε ϑεός, ὑψωϑήτω χείρ σου,
μὴ ἐπιλάϑῃ τῶν πενήτων·
Verse: 34 
ἕνεκεν τίνος παρώξυνεν ἀσεβὴς τὸν ϑεόν;
εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐκζητήσει.
Verse: 35 
βλέπεις, ὅτι σὺ πόνον καὶ ϑυμὸν κατανοεῖς
τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου·
σοὶ οὖν ἐγκαταλέλειπται πτωχός,
ὀρϕανῷ σὺ ἦσϑα βοηϑῶν.
Verse: 36 
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ,
ζητηϑήσεται ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεϑῇ δι' αὐτήν·
Verse: 37 
βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
ἀπολεῖσϑε, ἔϑνη, ἐκ τῆς γῆς αὐτοῦ.
Verse: 38 
τὴν ἐπιϑυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος,
τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου
Verse: 39 
κρῖναι ὀρϕανῷ καὶ ταπεινῷ,
ἵνα μὴ προσϑῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνϑρωπος ἐπὶ τῆς γῆς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.