TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 331
Previous part

Chapter: 16 
Verse: 1    καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱοῦ Ανανι πρὸς Βαασα
Verse: 2    
᾽Ανϑ' ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύϑης ἐν τῇ ὁδῷ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,
Verse: 3    
ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισϑεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ·
Verse: 4    
τὸν τεϑνηκότα τοῦ Βαασα ἐν τῇ πόλει, καταϕάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεϑνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταϕάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Verse: 5    
καὶ τὰ λοιπὰ τῶν λόγων Βαασα καὶ πάντα, ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
Verse: 6    
καὶ ἐκοιμήϑη Βαασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται ἐν Θερσα, καὶ βασιλεύει Ηλα υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ασα.
Verse: 7    
καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
Verse: 8    
Καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα.
Verse: 9    
καὶ συνέστρεψεν ἐπ' αὐτὸν Ζαμβρι ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσα πίνων μεϑύων ἐν τῷ οἴκῳ Ωσα τοῦ οἰκονόμου ἐν Θερσα·
Verse: 10    
καὶ εἰσῆλϑεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ.
Verse: 11    
καὶ ἐγενήϑη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καϑίσαι αὐτὸν ἐπὶ τοῦ ϑρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασα
Verse: 12    
κατὰ τὸ ῥῆμα, ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προϕήτην
Verse: 13    
περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασα καὶ Ηλα τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι κύριον τὸν ϑεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν.
Verse: 14    
καὶ τὰ λοιπὰ τῶν λόγων Ηλα καὶ πάντα, ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
Verse: 15    
Καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα. καὶ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαϑων τὴν τῶν ἀλλοϕύλων,
Verse: 16    
καὶ ἤκουσεν λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράϕη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.
Verse: 17    
καὶ ἀνέβη Αμβρι καὶ πᾶς Ισραηλ μετ' αὐτοῦ ἐκ Γαβαϑων καὶ περιεκάϑισαν ἐπὶ Θερσα.
Verse: 18    
καὶ ἐγενήϑη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ πόλις, καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ' αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέϑανεν
Verse: 19    
ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευϑῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 20    
καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
Verse: 21    
Τότε μερίζεται λαὸς Ισραηλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνι υἱοῦ Γωναϑ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Αμβρι.
Verse: 22    
λαὸς ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱοῦ Γωναϑ, καὶ ἀπέϑανεν Θαμνι καὶ Ιωραμ ἀδελϕὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι.
Verse: 23    
ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη. ἐν Θερσα βασιλεύει ἓξ ἔτη·
Verse: 24    
καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμεσεν, ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων.
Verse: 25    
καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσϑεν αὐτοῦ·
Verse: 26    
καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι τὸν κύριον ϑεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν.
Verse: 27    
καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἐποίησεν, καὶ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
Verse: 28    
καὶ ἐκοιμήϑη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 28a    
Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαϕατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα ϑυγάτηρ Σελεϊ.
Verse: 28b    
καὶ ἐπορεύϑη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ' αὐτῆς τοῦ ποιεῖν τὸ εὐϑὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔϑυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐϑυμίων.
Verse: 28c    
καὶ συνέϑετο Ιωσαϕατ, καὶ πᾶσα δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα;
Verse: 28d    
καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέϑεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ, ἐξῆρεν ἀπὸ τῆς γῆς.
Verse: 28e    
καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ.
Verse: 28f    
καὶ βασιλεὺς Ιωσαϕατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσϑαι εἰς Σωϕιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύϑη, ὅτι συνετρίβη ναῦς ἐν Γασιωνγαβερ.
Verse: 28g    
τότε εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ ᾽Εξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαϕατ.
Verse: 28h    
καὶ ἐκοιμήϑη Ιωσαϕατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 29    
᾽Εν ἔτει δευτέρῳ τῷ Ιωσαϕατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.
Verse: 30    
καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσϑεν αὐτοῦ·
Verse: 31    
καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσϑαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ ϑυγατέρα Ιεϑεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύϑη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ.
Verse: 32    
καὶ ἔστησεν ϑυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχϑισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ,
Verse: 33    
καὶ ἐποίησεν Αχααβ ἄλσος, καὶ προσέϑηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεϑρευϑῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσϑεν αὐτοῦ.
Verse: 34    
ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Αχιηλ Βαιϑηλίτης τὴν Ιεριχω· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ αὐτοῦ ἐϑεμελίωσεν αὐτὴν καὶ τῷ Σεγουβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν ϑύρας αὐτῆς κατὰ τὸ ῥῆμα κυρίου, ἐλάλησεν ἐν χειρὶ Ιησου υἱοῦ Ναυη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.