TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 332
Previous part

Chapter: 17 
Verse: 1    Καὶ εἶπεν Ηλιου προϕήτης Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ Ζῇ κύριος ϑεὸς τῶν δυνάμεων ϑεὸς Ισραηλ, παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
Verse: 2    
καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου
Verse: 3    
Πορεύου ἐντεῦϑεν κατὰ ἀνατολὰς καὶ κρύβηϑι ἐν τῷ χειμάρρῳ Χορραϑ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου·
Verse: 4    
καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέϕειν σε ἐκεῖ.
Verse: 5    
καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάϑισεν ἐν τῷ χειμάρρῳ Χορραϑ ἐπὶ προσώπου τοῦ Ιορδάνου.
Verse: 6    
καὶ οἱ κόρακες ἔϕερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
Verse: 7    
Καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνϑη χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
Verse: 8    
καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου
Verse: 9    
᾽Ανάστηϑι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέϕειν σε.
Verse: 10    
καὶ ἀνέστη καὶ ἐπορεύϑη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ Λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
Verse: 11    
καὶ ἐπορεύϑη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου.
Verse: 12    
καὶ εἶπεν γυνή Ζῇ κύριος ϑεός σου, εἰ ἔστιν μοι ἐγκρυϕίας ἀλλ' ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ ϕαγόμεϑα καὶ ἀποϑανούμεϑα.
Verse: 13    
καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου Θάρσει, εἴσελϑε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖϑεν ἐγκρυϕίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτου·
Verse: 14    
ὅτι τάδε λέγει κύριος ῾Η ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
Verse: 15    
καὶ ἐπορεύϑη γυνὴ καὶ ἐποίησεν· καὶ ἤσϑιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
Verse: 16    
καὶ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώϑη κατὰ τὸ ῥῆμα κυρίου, ἐλάλησεν ἐν χειρὶ Ηλιου.
Verse: 17    
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἀρρωστία αὐτοῦ κραταιὰ σϕόδρα, ἕως οὗ οὐχ ὑπελείϕϑη ἐν αὐτῷ πνεῦμα.
Verse: 18    
καὶ εἶπεν πρὸς Ηλιου Τί ἐμοὶ καὶ σοί, ἄνϑρωπε τοῦ ϑεοῦ; εἰσῆλϑες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ ϑανατῶσαι τὸν υἱόν μου.
Verse: 19    
καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν αὐτὸς ἐκάϑητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ.
Verse: 20    
καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν Οἴμμοι, κύριε μάρτυς τῆς χήρας, μεϑ' ἧς ἐγὼ κατοικῶ μετ' αὐτῆς, σὺ κεκάκωκας τοῦ ϑανατῶσαι τὸν υἱὸν αὐτῆς.
Verse: 21    
καὶ ἐνεϕύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν Κύριε ϑεός μου, ἐπιστραϕήτω δὴ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
Verse: 22    
καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησεν τὸ παιδάριον.
Verse: 23    
καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ηλιου Βλέπε, ζῇ υἱός σου.
Verse: 24    
καὶ εἶπεν γυνὴ πρὸς Ηλιου ᾽Ιδοὺ ἔγνωκα ὅτι ἄνϑρωπος ϑεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληϑινόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.