TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 333
Previous part

Chapter: 18 
Verse: 1    Καὶ ἐγένετο μεϑ' ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύϑητι καὶ ὄϕϑητι τῷ Αχααβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
Verse: 2    
καὶ ἐπορεύϑη Ηλιου τοῦ ὀϕϑῆναι τῷ Αχααβ. καὶ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
Verse: 3    
καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον· [καὶ Αβδιου ἦν ϕοβούμενος τὸν κύριον σϕόδρα,
Verse: 4    
καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προϕήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προϕήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεϕεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·]
Verse: 5    
καὶ εἶπεν Αχααβ πρὸς Αβδιου Δεῦρο καὶ διέλϑωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεϑα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοϑρευϑήσονται ἀπὸ τῶν κτηνῶν.
Verse: 6    
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελϑεῖν αὐτήν· Αχααβ ἐπορεύϑη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύϑη ἐν ὁδῷ ἄλλῃ μόνος.
Verse: 7    
καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλϑεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου;
Verse: 8    
καὶ εἶπεν Ηλιου αὐτῷ ᾽Εγώ· πορεύου λέγε τῷ κυρίῳ σου ᾽Ιδοὺ Ηλιου.
Verse: 9    
καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ ϑανατῶσαί με;
Verse: 10    
ζῇ κύριος ϑεός σου, εἰ ἔστιν ἔϑνος βασιλεία, οὗ οὐκ ἀπέσταλκεν κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε.
Verse: 11    
καὶ νῦν σὺ λέγεις Πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ᾽Ιδοὺ Ηλιου·
Verse: 12    
καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλϑω ἀπὸ σοῦ, καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ, καὶ ἀποκτενεῖ με· καὶ δοῦλός σού ἐστιν ϕοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ.
Verse: 13    
οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προϕήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προϕητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔϑρεψα ἐν ἄρτοις καὶ ὕδατι;
Verse: 14    
καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου ᾽Ιδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με.
Verse: 15    
καὶ εἶπεν Ηλιου Ζῇ κύριος τῶν δυνάμεων, παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀϕϑήσομαι αὐτῷ.
Verse: 16    
καὶ ἐπορεύϑη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύϑη εἰς συνάντησιν Ηλιου.
Verse: 17    
Καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου, καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ σὺ εἶ αὐτὸς διαστρέϕων τὸν Ισραηλ;
Verse: 18    
καὶ εἶπεν Ηλιου Οὐ διαστρέϕω τὸν Ισραηλ, ὅτι ἀλλ' σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον ϑεὸν ὑμῶν καὶ ἐπορεύϑης ὀπίσω τῶν Βααλιμ·
Verse: 19    
καὶ νῦν ἀπόστειλον συνάϑροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προϕήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προϕήτας τῶν ἀλσῶν τετρακοσίους ἐσϑίοντας τράπεζαν Ιεζαβελ.
Verse: 20    
καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προϕήτας εἰς ὄρος τὸ Καρμήλιον.
Verse: 21    
καὶ προσήγαγεν Ηλιου πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς Ηλιου ῞Εως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμϕοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν κύριος ϑεός, πορεύεσϑε ὀπίσω αὐτοῦ· εἰ δὲ Βααλ αὐτός, πορεύεσϑε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίϑη λαὸς λόγον.
Verse: 22    
καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν ᾽Εγὼ ὑπολέλειμμαι προϕήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προϕῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προϕῆται τοῦ ἄλσους τετρακόσιοι·
Verse: 23    
δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσϑωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιϑέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιϑέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιϑῶ·
Verse: 24    
καὶ βοᾶτε ἐν ὀνόματι ϑεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ ϑεοῦ μου, καὶ ἔσται ϑεός, ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος ϑεός, καὶ ἀπεκρίϑησαν πᾶς λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα, ἐλάλησας.
Verse: 25    
καὶ εἶπεν Ηλιου τοῖς προϕήταις τῆς αἰσχύνης ᾽Εκλέξασϑε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασϑε ἐν ὀνόματι ϑεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιϑῆτε.
Verse: 26    
καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίϑεν ἕως μεσημβρίας καὶ εἶπον ᾽Επάκουσον ἡμῶν, Βααλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν ϕωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ ϑυσιαστηρίου, οὗ ἐποίησαν.
Verse: 27    
καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου Θεσβίτης καὶ εἶπεν ᾽Επικαλεῖσϑε ἐν ϕωνῇ μεγάλῃ, ὅτι ϑεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μήποτε χρηματίζει αὐτός, μήποτε καϑεύδει αὐτός, καὶ ἐξαναστήσεται.
Verse: 28    
καὶ ἐπεκαλοῦντο ἐν ϕωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐϑισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς·
Verse: 29    
καὶ ἐπροϕήτευον, ἕως οὗ παρῆλϑεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς καιρὸς τοῦ ἀναβῆναι τὴν ϑυσίαν καὶ οὐκ ἦν ϕωνή, καὶ ἐλάλησεν Ηλιου Θεσβίτης πρὸς τοὺς προϕήτας τῶν προσοχϑισμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλϑον.
Verse: 30    
καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Προσαγάγετε πρός με· καὶ προσήγαγεν πᾶς λαὸς πρὸς αὐτόν.
Verse: 31    
καὶ ἔλαβεν Ηλιου δώδεκα λίϑους κατ' ἀριϑμὸν ϕυλῶν τοῦ Ισραηλ, ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου.
Verse: 32    
καὶ ᾠκοδόμησεν τοὺς λίϑους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ ϑυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν ϑααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόϑεν τοῦ ϑυσιαστηρίου.
Verse: 33    
καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ ϑυσιαστήριον, ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέϑηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 34    
καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν.
Verse: 35    
καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ ϑυσιαστηρίου, καὶ τὴν ϑααλα ἔπλησαν ὕδατος.
Verse: 36    
καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν Κύριε ϑεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ϑεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
Verse: 37    
ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ϑεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
Verse: 38    
καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ ϑααλα, καὶ τοὺς λίϑους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ.
Verse: 39    
καὶ ἔπεσεν πᾶς λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον ᾽Αληϑῶς κύριός ἐστιν ϑεός, αὐτὸς ϑεός.
Verse: 40    
καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Συλλάβετε τοὺς προϕήτας τοῦ Βααλ, μηϑεὶς σωϑήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσϕαξεν αὐτοὺς ἐκεῖ.
Verse: 41    
Καὶ εἶπεν Ηλιου τῷ Αχααβ ᾽Ανάβηϑι καὶ ϕάγε καὶ πίε, ὅτι ϕωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
Verse: 42    
καὶ ἀνέβη Αχααβ τοῦ ϕαγεῖν καὶ πιεῖν, καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔϑηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ.
Verse: 43    
καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ ᾽Ανάβηϑι καὶ ἐπίβλεψον ὁδὸν τῆς ϑαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐϑέν. καὶ εἶπεν Ηλιου Καὶ σὺ ἐπίστρεψον ἑπτάκι· καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι.
Verse: 44    
καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεϕέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν ᾽Ανάβηϑι καὶ εἰπὸν τῷ Αχααβ Ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηϑι, μὴ καταλάβῃ σε ὑετός.
Verse: 45    
καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ οὐρανὸς συνεσκότασεν νεϕέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ.
Verse: 46    
καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου, καὶ συνέσϕιγξεν τὴν ὀσϕὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσϑεν Αχααβ ἕως Ιεζραελ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.