TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 334
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προϕήτας ἐν ῥομϕαίᾳ.
Verse: 2    
καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ϑεὸς καὶ τάδε προσϑείη, ὅτι ταύτην τὴν ὥραν αὔριον ϑήσομαι τὴν ψυχήν σου καϑὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
Verse: 3    
καὶ ἐϕοβήϑη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλϑεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀϕῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ·
Verse: 4    
καὶ αὐτὸς ἐπορεύϑη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλϑεν καὶ ἐκάϑισεν ὑπὸ ραϑμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποϑανεῖν καὶ εἶπεν ῾Ικανούσϑω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ' ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
Verse: 5    
καὶ ἐκοιμήϑη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ ϕυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ ᾽Ανάστηϑι καὶ ϕάγε.
Verse: 6    
καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεϕαλῆς αὐτοῦ ἐγκρυϕίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔϕαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήϑη.
Verse: 7    
καὶ ἐπέστρεψεν ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ ᾽Ανάστα ϕάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ὁδός.
Verse: 8    
καὶ ἀνέστη καὶ ἔϕαγεν καὶ ἔπιεν· καὶ ἐπορεύϑη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ.
Verse: 9    
καὶ εἰσῆλϑεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦϑα, Ηλιου;
Verse: 10    
καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ ϑυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προϕήτας σου ἀπέκτειναν ἐν ῥομϕαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
Verse: 11    
καὶ εἶπεν ᾽Εξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος·
Verse: 12    
καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ ϕωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος.
Verse: 13    
καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλϑεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν ϕωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦϑα, Ηλιου;
Verse: 14    
καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαϑήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ ϑυσιαστήριά σου καϑεῖλαν καὶ τοὺς προϕήτας σου ἀπέκτειναν ἐν ῥομϕαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.
Verse: 15    
καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεϕε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας·
Verse: 16    
καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαϕατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προϕήτην ἀντὶ σοῦ.
Verse: 17    
καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομϕαίας Αζαηλ ϑανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομϕαίας Ιου ϑανατώσει Ελισαιε.
Verse: 18    
καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, οὐ προσεκύνησεν αὐτῷ.
Verse: 19    
Καὶ ἀπῆλϑεν ἐκεῖϑεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαϕατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα , καὶ ἐπῆλϑεν ἐπ' αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ' αὐτόν.
Verse: 20    
καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταϕιλήσω τὸν πατέρα μου καὶ ἀκολουϑήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου ᾽Ανάστρεϕε, ὅτι πεποίηκά σοι.
Verse: 21    
καὶ ἀνέστρεψεν ἐξόπισϑεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔϑυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔϕαγον· καὶ ἀνέστη καὶ ἐπορεύϑη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.