TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 336
Previous part

Chapter: 21 
Verse: 1    Καὶ συνήϑροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάϑισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ' αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάϑισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν.
Verse: 2    
καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.
Verse: 4    
καὶ ἀπεκρίϑη βασιλεὺς Ισραηλ καὶ εἶπεν Καϑὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.
Verse: 5    
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ ᾽Εγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί·
Verse: 6    
ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιϑυμήματα ὀϕϑαλμῶν αὐτῶν, ἐϕ' ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται.
Verse: 7    
καὶ ἐκάλεσεν βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ϑυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ' αὐτοῦ.
Verse: 8    
καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς λαός Μὴ ἀκούσῃς καὶ μὴ ϑελήσῃς.
Verse: 9    
καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
Verse: 10    
καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ϑεὸς καὶ τάδε προσϑείη, εἰ ἐκποιήσει χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.
Verse: 11    
καὶ ἀπεκρίϑη βασιλεὺς Ισραηλ καὶ εἶπεν ῾Ικανούσϑω· μὴ καυχάσϑω κυρτὸς ὡς ὀρϑός.
Verse: 12    
καὶ ἐγένετο ὅτε ἀπεκρίϑη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ' αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔϑεντο χάρακα ἐπὶ τὴν πόλιν.
Verse: 13    
Καὶ ἰδοὺ προϕήτης εἷς προσῆλϑεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.
Verse: 14    
καὶ εἶπεν Αχααβ ᾽Εν τίνι; καὶ εἶπεν Τάδε λέγει κύριος ᾽Εν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ.
Verse: 15    
καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας.
Verse: 16    
καὶ ἐξῆλϑεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεϑύων ἐν Σοκχωϑ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηϑοὶ μετ' αὐτοῦ.
Verse: 17    
καὶ ἐξῆλϑον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες ῎Ανδρες ἐξεληλύϑασιν ἐκ Σαμαρείας.
Verse: 18    
καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς·
Verse: 19    
καὶ μὴ ἐξελϑάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ δύναμις ὀπίσω αὐτῶν
Verse: 20    
ἐπάταξεν ἕκαστος τὸν παρ' αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ' αὐτοῦ, καὶ ἔϕυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐϕ' ἵππου ἱππέως.
Verse: 21    
καὶ ἐξῆλϑεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.
Verse: 22    
καὶ προσῆλϑεν προϕήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶϑι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέϕοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.
Verse: 23    
Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων ϑεὸς Ισραηλ καὶ οὐ ϑεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ' εὐϑύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς.
Verse: 24    
καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ ϑοῦ ἀντ' αὐτῶν σατράπας,
Verse: 25    
καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ' εὐϑὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς ϕωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
Verse: 26    
καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αϕεκα εἰς πόλεμον ἐπὶ Ισραηλ.
Verse: 27    
καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν.
Verse: 28    
καὶ προσῆλϑεν ἄνϑρωπος τοῦ ϑεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ϑεὸς Ισραηλ καὶ οὐ ϑεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.
Verse: 29    
καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
Verse: 30    
καὶ ἔϕυγον οἱ κατάλοιποι εἰς Αϕεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς Αδερ ἔϕυγεν καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον.
Verse: 31    
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιϑώμεϑα δὴ σάκκους ἐπὶ τὰς ὀσϕύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεϕαλὰς ἡμῶν καὶ ἐξέλϑωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
Verse: 32    
καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσϕύας αὐτῶν καὶ ἔϑεσαν σχοινία ἐπὶ τὰς κεϕαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ; ἀδελϕός μού ἐστιν.
Verse: 33    
καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον ᾽Αδελϕός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλϑατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλϑεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
Verse: 34    
καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους ϑήσεις σαυτῷ ἐν Δαμασκῷ, καϑὼς ἔϑετο πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαϑήκῃ ἐξαποστελῶ σε. καὶ διέϑετο αὐτῷ διαϑήκην καὶ ἐξαπέστειλεν αὐτόν.
Verse: 35    
Καὶ ἄνϑρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προϕητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου Πάταξον δή με· καὶ οὐκ ἠϑέλησεν ἄνϑρωπος πατάξαι αὐτόν.
Verse: 36    
καὶ εἶπεν πρὸς αὐτόν ᾽Ανϑ' ὧν οὐκ ἤκουσας τῆς ϕωνῆς κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλϑεν ἀπ' αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
Verse: 37    
καὶ εὑρίσκει ἄνϑρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ἄνϑρωπος πατάξας καὶ συνέτριψεν.
Verse: 38    
καὶ ἐπορεύϑη προϕήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀϕϑαλμοὺς αὐτοῦ.
Verse: 39    
καὶ ἐγένετο ὡς βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν ῾Ο δοῦλός σου ἐξῆλϑεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ τάλαντον ἀργυρίου στήσεις·
Verse: 40    
καὶ ἐγενήϑη περιεβλέψατο δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν βασιλεὺς Ισραηλ ᾽Ιδοὺ καὶ τὰ ἔνεδρα, παρ' ἐμοὶ ἐϕόνευσας.
Verse: 41    
καὶ ἔσπευσεν καὶ ἀϕεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀϕϑαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προϕητῶν οὗτος.
Verse: 42    
καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέϑριον ἐκ χειρός σου, καὶ ἔσται ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
Verse: 43    
καὶ ἀπῆλϑεν βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.