TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 292
Previous part

Book: Reg.II_(Sam.II) 
ΒΑΣΙΛΕΙΩΝ Β'


Chapter: 1 
Verse: 1    Καὶ ἐγένετο μετὰ τὸ ἀποϑανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ, καὶ ἐκάϑισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο.
Verse: 2    
καὶ ἐγενήϑη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλϑεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελϑεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
Verse: 3    
καὶ εἶπεν αὐτῷ Δαυιδ Πόϑεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτόν ᾽Εκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι.
Verse: 4    
καὶ εἶπεν αὐτῷ Δαυιδ Τίς λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ῎Εϕυγεν λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέϑανον· καὶ ἀπέϑανεν καὶ Σαουλ, καὶ Ιωναϑαν υἱὸς αὐτοῦ ἀπέϑανεν.
Verse: 5    
καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέϑνηκεν Σαουλ καὶ Ιωναϑαν υἱὸς αὐτοῦ;
Verse: 6    
καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε, καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.
Verse: 7    
καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με, καὶ εἶπα ᾽Ιδοὺ ἐγώ.
Verse: 8    
καὶ εἶπέν μοι Τίς εἶ σύ; καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι.
Verse: 9    
καὶ εἶπεν πρός με Στῆϑι δὴ ἐπάνω μου καὶ ϑανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ψυχή μου ἐν ἐμοί.
Verse: 10    
καὶ ἐπέστην ἐπ' αὐτὸν καὶ ἐϑανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.
Verse: 11    
καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
Verse: 12    
καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναϑαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ, ὅτι ἐπλήγησαν ἐν ῥομϕαίᾳ.
Verse: 13    
καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόϑεν εἶ σύ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι.
Verse: 14    
καὶ εἶπεν αὐτῷ Δαυιδ Πῶς οὐκ ἐϕοβήϑης ἐπενεγκεῖν χεῖρά σου διαϕϑεῖραι τὸν χριστὸν κυρίου;
Verse: 15    
καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελϑὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέϑανεν.
Verse: 16    
καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεϕαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίϑη κατὰ σοῦ λέγων ὅτι ᾽Εγὼ ἐϑανάτωσα τὸν χριστὸν κυρίου.
Verse: 17    
Καὶ ἐϑρήνησεν Δαυιδ τὸν ϑρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναϑαν τὸν υἱὸν αὐτοῦ
Verse: 18    
καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐϑοῦς
Verse: 19    
Στήλωσον, Ισραηλ, ὑπὲρ τῶν τεϑνηκότων ἐπὶ τὰ ὕψη σου // τραυματιῶν· πῶς ἔπεσαν δυνατοί.
Verse: 20    
μὴ ἀναγγείλητε ἐν Γεϑ καὶ μὴ εὐαγγελίσησϑε ἐν ταῖς ἐξόδοις ᾽Ασκαλῶνος, μήποτε εὐϕρανϑῶσιν ϑυγατέρες ἀλλοϕύλων, μήποτε ἀγαλλιάσωνται ϑυγατέρες τῶν ἀπεριτμήτων.
Verse: 21    
ὄρη τὰ ἐν Γελβουε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐϕ' ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχϑίσϑη ϑυρεὸς δυνατῶν, ϑυρεὸς Σαουλ οὐκ ἐχρίσϑη ἐν ἐλαίῳ.
Verse: 22    
ἀϕ' αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν τόξον Ιωναϑαν οὐκ ἀπεστράϕη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομϕαία Σαουλ οὐκ ἀνέκαμψεν κενή.
Verse: 23    
Σαουλ καὶ Ιωναϑαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ ϑανάτῳ αὐτῶν οὐ // διεχωρίσϑησαν, ὑπὲρ ἀετοὺς κοῦϕοι καὶ ὑπὲρ λέοντας ἐκραταιώϑησαν.
Verse: 24    
ϑυγατέρες Ισραηλ, ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναϕέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.
Verse: 25    
πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ιωναϑαν ἐπὶ τὰ ὕψη σου τραυματίας.
Verse: 26    
ἀλγῶ ἐπὶ σοί, ἄδελϕέ μου Ιωναϑαν· ὡραιώϑης μοι σϕόδρα, ἐϑαυμαστώϑη ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.
Verse: 27    
πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.