TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 350
Previous part

Chapter: 13 
Verse: 1    ᾽Εν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη.
Verse: 2    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου καὶ ἐπορεύϑη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη ἀπ' αὐτῶν.
Verse: 3    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας.
Verse: 4    
καὶ ἐδεήϑη Ιωαχας τοῦ προσώπου κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ κύριος, ὅτι εἶδεν τὴν ϑλῖψιν Ισραηλ, ὅτι ἔϑλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
Verse: 5    
καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ, καὶ ἐξῆλϑεν ὑποκάτωϑεν χειρὸς Συρίας, καὶ ἐκάϑισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καϑὼς ἐχϑὲς καὶ τρίτης·
Verse: 6    
πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύϑησαν, καί γε τὸ ἄλσος ἐστάϑη ἐν Σαμαρείᾳ.
Verse: 7    
ὅτι οὐχ ὑπελείϕϑη τῷ Ιωαχας λαὸς ἀλλ' πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔϑεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
Verse: 8    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 9    
καὶ ἐκοιμήϑη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 10    
᾽Εν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
Verse: 11    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύϑη.
Verse: 12    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 13    
καὶ ἐκοιμήϑη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ιεροβοαμ ἐκάϑισεν ἐπὶ τοῦ ϑρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ.
Verse: 14    
Καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ, δι' ἣν ἀπέϑανεν. καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ.
Verse: 15    
καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη.
Verse: 16    
καὶ εἶπεν τῷ βασιλεῖ ᾽Επιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον, καὶ ἐπέϑηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως.
Verse: 17    
καὶ εἶπεν ῎Ανοιξον τὴν ϑυρίδα κατ' ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Ελισαιε Τόξευσον· καὶ ἐτόξευσεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Αϕεκ ἕως συντελείας.
Verse: 18    
καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν βασιλεὺς τρὶς καὶ ἔστη.
Verse: 19    
καὶ ἐλυπήϑη ἐπ' αὐτῷ ἄνϑρωπος τοῦ ϑεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.
Verse: 20    
καὶ ἀπέϑανεν Ελισαιε, καὶ ἔϑαψαν αὐτόν. καὶ μονόζωνοι Μωαβ ἦλϑον ἐν τῇ γῇ ἐλϑόντος τοῦ ἐνιαυτοῦ·
Verse: 21    
καὶ ἐγένετο αὐτῶν ϑαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάϕῳ Ελισαιε, καὶ ἐπορεύϑη καὶ ἥψατο τῶν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.
Verse: 22    
καὶ Αζαηλ ἐξέϑλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας.
Verse: 23    
καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαϑήκην αὐτοῦ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ οὐκ ἠϑέλησεν κύριος διαϕϑεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
Verse: 24    
καὶ ἀπέϑανεν Αζαηλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 25    
καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.