TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 342
Previous part

Chapter: 5 
Verse: 1    Καὶ Ναιμαν ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεϑαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν Συρίᾳ· καὶ ἀνὴρ ἦν δυνατὸς ἰσχύι, λελεπρωμένος.
Verse: 2    
καὶ Συρία ἐξῆλϑον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν.
Verse: 3    
δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς ῎Οϕελον κύριός μου ἐνώπιον τοῦ προϕήτου τοῦ ϑεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
Verse: 4    
καὶ εἰσῆλϑεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν Οὕτως καὶ οὕτως ἐλάλησεν νεᾶνις ἐκ γῆς Ισραηλ.
Verse: 5    
καὶ εἶπεν βασιλεὺς Συρίας πρὸς Ναιμαν Δεῦρο εἴσελϑε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ισραηλ· καὶ ἐπορεύϑη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.
Verse: 6    
καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ισραηλ λέγων Καὶ νῦν ὡς ἂν ἔλϑῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμαν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
Verse: 7    
καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ισραηλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Μὴ ϑεὸς ἐγὼ τοῦ ϑανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προϕασίζεται οὗτός με.
Verse: 8    
καὶ ἐγένετο ὡς ἤκουσεν Ελισαιε ὅτι διέρρηξεν βασιλεὺς Ισραηλ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα Ισραηλ λέγων ῞Ινα τί διέρρηξας τὰ ἱμάτιά σου; ἐλϑέτω δὴ πρός με Ναιμαν καὶ γνώτω ὅτι ἔστιν προϕήτης ἐν Ισραηλ.
Verse: 9    
καὶ ἦλϑεν Ναιμαν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ ϑύρας οἴκου Ελισαιε.
Verse: 10    
καὶ ἀπέστειλεν Ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων Πορευϑεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ιορδάνῃ, καὶ ἐπιστρέψει σάρξ σού σοι, καὶ καϑαρισϑήσῃ.
Verse: 11    
καὶ ἐϑυμώϑη Ναιμαν καὶ ἀπῆλϑεν καὶ εἶπεν ᾽Ιδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι ϑεοῦ αὐτοῦ καὶ ἐπιϑήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν·
Verse: 12    
οὐχὶ ἀγαϑὸς Αβανα καὶ Φαρϕαρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ; οὐχὶ πορευϑεὶς λούσομαι ἐν αὐτοῖς καὶ καϑαρισϑήσομαι; καὶ ἐξέκλινεν καὶ ἀπῆλϑεν ἐν ϑυμῷ.
Verse: 13    
καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν Μέγαν λόγον ἐλάλησεν προϕήτης πρὸς σέ, οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπεν πρὸς σέ Λοῦσαι καὶ καϑαρίσϑητι.
Verse: 14    
καὶ κατέβη Ναιμαν καὶ ἐβαπτίσατο ἐν τῷ Ιορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα Ελισαιε, καὶ ἐπέστρεψεν σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαϑαρίσϑη.
Verse: 15    
καὶ ἐπέστρεψεν πρὸς Ελισαιε, αὐτὸς καὶ πᾶσα παρεμβολὴ αὐτοῦ, καὶ ἦλϑεν καὶ ἔστη καὶ εἶπεν ᾽Ιδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν ϑεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ' ἐν τῷ Ισραηλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.
Verse: 16    
καὶ εἶπεν Ελισαιε Ζῇ κύριος, παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήμψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείϑησεν.
Verse: 17    
καὶ εἶπεν Ναιμαν Καὶ εἰ μή, δοϑήτω δὴ τῷ δούλῳ σου γόμος ζεύγους ἡμιόνων, καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυρρᾶς, ὅτι οὐ ποιήσει ἔτι δοῦλός σου ὁλοκαύτωμα καὶ ϑυσίασμα ϑεοῖς ἑτέροις, ἀλλ' τῷ κυρίῳ μόνῳ·
Verse: 18    
καὶ ἱλάσεται κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσϑαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμαν προσκυνῆσαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμαν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμαν, καὶ ἱλάσεται δὴ κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ.
Verse: 19    
καὶ εἶπεν Ελισαιε πρὸς Ναιμαν Δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλϑεν ἀπ' αὐτοῦ εἰς δεβραϑα τῆς γῆς.
Verse: 20    
Καὶ εἶπεν Γιεζι τὸ παιδάριον Ελισαιε ᾽Ιδοὺ ἐϕείσατο κύριός μου τοῦ Ναιμαν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἐνήνοχεν· ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ' αὐτοῦ τι.
Verse: 21    
καὶ ἐδίωξε Γιεζι ὀπίσω τοῦ Ναιμαν, καὶ εἶδεν αὐτὸν Ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ.
Verse: 22    
καὶ εἶπεν Εἰρήνη· κύριός μου ἀπέστειλέν με λέγων ᾽Ιδοὺ νῦν ἦλϑον πρός με δύο παιδάρια ἐξ ὄρους Εϕραιμ ἀπὸ τῶν υἱῶν τῶν προϕητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.
Verse: 23    
καὶ εἶπεν Ναιμαν Λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ ϑυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ἦραν ἔμπροσϑεν αὐτοῦ.
Verse: 24    
καὶ ἦλϑον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέϑετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας.
Verse: 25    
καὶ αὐτὸς εἰσῆλϑεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Πόϑεν, Γιεζι; καὶ εἶπεν Γιεζι Οὐ πεπόρευται δοῦλός σου ἔνϑα καὶ ἔνϑα.
Verse: 26    
καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Οὐχὶ καρδία μου ἐπορεύϑη μετὰ σοῦ, ὅτε ἐπέστρεψεν ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·
Verse: 27    
καὶ λέπρα Ναιμαν κολληϑήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλϑεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.