TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 849
Previous part

Chapter: 18 
Verse: 1  Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν ϕῶς·
ὧν ϕωνὴν μὲν ἀκούοντες μορϕὴν δὲ οὐχ ὁρῶντες,
ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνϑεισαν, ἐμακάριζον,
Verse: 2 
ὅτι δ' οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν
καὶ τοῦ διενεχϑῆναι χάριν ἐδέοντο.
Verse: 3 
ἀνϑ' ὧν πυριϕλεγῆ στῦλον
ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας,
ἥλιον δὲ ἀβλαβῆ ϕιλοτίμου ξενιτείας παρέσχες.
Verse: 4 
ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηϑῆναι ϕωτὸς καὶ ϕυλακισϑῆναι // σκότει
οἱ κατακλείστους ϕυλάξαντες τοὺς υἱούς σου,
δι' ὧν ἤμελλεν τὸ ἄϕϑαρτον νόμου ϕῶς τῷ αἰῶνι δίδοσϑαι.
Verse: 5 
Βουλευσαμένους δ' αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια
καὶ ἑνὸς ἐκτεϑέντος τέκνου καὶ σωϑέντος
εἰς ἔλεγχον τὸ αὐτῶν ἀϕείλω πλῆϑος τέκνων
καὶ ὁμοϑυμαδὸν ἀπώλεσας ἐν ὕδατι σϕοδρῷ.
Verse: 6 
ἐκείνη νὺξ προεγνώσϑη πατράσιν ἡμῶν,
ἵνα ἀσϕαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευϑυμήσωσιν.
Verse: 7 
προσεδέχϑη ὑπὸ λαοῦ σου
σωτηρία μὲν δικαίων, ἐχϑρῶν δὲ ἀπώλεια·
Verse: 8 
γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους,
τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
Verse: 9 
κρυϕῇ γὰρ ἐϑυσίαζον ὅσιοι παῖδες ἀγαϑῶν
καὶ τὸν τῆς ϑειότητος νόμον ἐν ὁμονοίᾳ διέϑεντο
τῶν αὐτῶν ὁμοίως καὶ ἀγαϑῶν
καὶ κινδύνων μεταλήμψεσϑαι τοὺς ἁγίους
πατέρων ἤδη προαναμέλποντες αἴνους.
Verse: 10 
ἀντήχει δ' ἀσύμϕωνος ἐχϑρῶν βοή,
καὶ οἰκτρὰ διεϕέρετο ϕωνὴ ϑρηνουμένων παίδων·
Verse: 11 
ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασϑεὶς
καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων,
Verse: 12 
ὁμοϑυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι ϑανάτου
νεκροὺς εἶχον ἀναριϑμήτους·
οὐδὲ γὰρ πρὸς τὸ ϑάψαι οἱ ζῶντες ἦσαν ἱκανοί,
ἐπεὶ πρὸς μίαν ῥοπὴν ἐντιμοτέρα γένεσις αὐτῶν διέϕϑαρτο.
Verse: 13 
πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς ϕαρμακείας
ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέϑρῳ ὡμολόγησαν ϑεοῦ υἱὸν // λαὸν εἶναι.
Verse: 14 
ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα
καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης
Verse: 15 
παντοδύναμός σου λόγος ἀπ' οὐρανῶν ἐκ ϑρόνων βασιλείων
ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεϑρίας ἥλατο γῆς
ξίϕος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου ϕέρων
Verse: 16 
καὶ στὰς ἐπλήρωσεν τὰ πάντα ϑανάτου
καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ' ἐπὶ γῆς.
Verse: 17 
τότε παραχρῆμα ϕαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν // αὐτούς,
ϕόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
Verse: 18 
καὶ ἄλλος ἀλλαχῇ ῥιϕεὶς ἡμίϑνητος
δι' ἣν ἔϑνῃσκον αἰτίαν ἐνεϕάνιζεν·
Verse: 19 
οἱ γὰρ ὄνειροι ϑορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν,
ἵνα μὴ ἀγνοοῦντες δι' κακῶς πάσχουσιν ἀπόλωνται.
Verse: 20 
῞Ηψατο δὲ καὶ δικαίων πεῖρα ϑανάτου,
καὶ ϑραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήϑους.
ἀλλ' οὐκ ἐπὶ πολὺ ἔμεινεν ὀργή·
Verse: 21 
σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν
τὸ τῆς ἰδίας λειτουργίας ὅπλον
προσευχὴν καὶ ϑυμιάματος ἐξιλασμὸν κομίσας·
ἀντέστη τῷ ϑυμῷ καὶ πέρας ἐπέϑηκε τῇ συμϕορᾷ
δεικνὺς ὅτι σός ἐστιν ϑεράπων·
Verse: 22 
ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι τοῦ σώματος,
οὐχ ὅπλων ἐνεργείᾳ,
ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν
ὅρκους πατέρων καὶ διαϑήκας ὑπομνήσας.
Verse: 23 
σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ' ἀλλήλων νεκρῶν
μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν
καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
Verse: 24 
ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος κόσμος,
καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίϑων γλυϕῆς,
καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεϕαλῆς αὐτοῦ.
Verse: 25 
τούτοις εἶξεν ὀλεϑρεύων, ταῦτα δὲ ἐϕοβήϑη·
ἦν γὰρ μόνη πεῖρα τῆς ὀργῆς ἱκανή.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.