TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 850
Previous part

Chapter: 19 
Verse: 1  Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων ϑυμὸς ἐπέστη·
προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
Verse: 2 
ὅτι αὐτοὶ ἐπιτρέψαντες τοῦ ἀπιέναι
καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς
διώξουσιν μεταμεληϑέντες.
Verse: 3 
ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένϑη
καὶ προσοδυρόμενοι τάϕοις νεκρῶν
ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας
καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς ϕυγάδας ἐδίωκον.
Verse: 4 
εἷλκεν γὰρ αὐτοὺς ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη
καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν,
ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προσαναπληρώσωσιν κόλασιν,
Verse: 5 
καὶ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ,
ἐκεῖνοι δὲ ξένον εὕρωσι ϑάνατον.
Verse: 6 
ὅλη γὰρ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωϑεν διετυποῦτο
ὑπηρετοῦσα ταῖς σαῖς ἐπιταγαῖς,
ἵνα οἱ σοὶ παῖδες ϕυλαχϑῶσιν ἀβλαβεῖς.
Verse: 7 
τὴν παρεμβολὴν σκιάζουσα νεϕέλη,
ἐκ δὲ προϋϕεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐϑεωρήϑη,
ἐξ ἐρυϑρᾶς ϑαλάσσης ὁδὸς ἀνεμπόδιστος
καὶ χλοηϕόρον πεδίον ἐκ κλύδωνος βιαίου·
Verse: 8 
δι' οὗ πανεϑνεὶ διῆλϑον οἱ τῇ σῇ σκεπαζόμενοι χειρὶ
ϑεωρήσαντες ϑαυμαστὰ τέρατα.
Verse: 9 
ὡς γὰρ ἵπποι ἐνεμήϑησαν
καὶ ὡς ἀμνοὶ διεσκίρτησαν
αἰνοῦντές σε, κύριε, τὸν ῥυσάμενον αὐτούς.
Verse: 10 
ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν,
πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν γῆ σκνῖπα,
ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ποταμὸς πλῆϑος βατράχων.
Verse: 11 
ἐϕ' ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων,
ὅτε ἐπιϑυμίᾳ προαχϑέντες ᾐτήσαντο ἐδέσματα τρυϕῆς·
Verse: 12 
εἰς γὰρ παραμυϑίαν ἐκ ϑαλάσσης ἀνέβη αὐτοῖς ὀρτυγομήτρα.
Verse: 13 
Καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλϑον
οὐκ ἄνευ τῶν προγεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν·
δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις,
καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν.
Verse: 14 
οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας·
οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο.
Verse: 15 
καὶ οὐ μόνον, ἀλλ' τις ἐπισκοπὴ ἔσται αὐτῶν,
ἐπεὶ ἀπεχϑῶς προσεδέχοντο τοὺς ἀλλοτρίους·
Verse: 16 
οἱ δὲ μετὰ ἑορτασμάτων
εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων
δεινοῖς ἐκάκωσαν πόνοις.
Verse: 17 
ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ
ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου ϑύραις,
ὅτε ἀχανεῖ περιβληϑέντες σκότει
ἕκαστος τῶν ἑαυτοῦ ϑυρῶν τὴν δίοδον ἐζήτει.
Verse: 18 
Δι' ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεϑαρμοζόμενα,
ὥσπερ ἐν ψαλτηρίῳ ϕϑόγγοι τοῦ ῥυϑμοῦ τὸ ὄνομα διαλλάσσουσιν,
πάντοτε μένοντα ἤχῳ,
ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς·
Verse: 19 
χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο,
καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς·
Verse: 20 
πῦρ ἴσχυεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως,
καὶ ὕδωρ τῆς σβεστικῆς ϕύσεως ἐπελανϑάνετο·
Verse: 21 
ϕλόγες ἀνάπαλιν εὐϕϑάρτων ζῴων
οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων,
οὐδὲ τηκτὸν κρυσταλλοειδὲς εὔτηκτον γένος ἀμβροσίας τροϕῆς.
Verse: 22 
Κατὰ πάντα γάρ, κύριε, ἐμεγάλυνας τὸν λαόν σου καὶ ἐδόξασας
καὶ οὐχ ὑπερεῖδες ἐν παντὶ καιρῷ καὶ τόπῳ παριστάμενος. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.