TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 853
Previous part

Chapter: 2 
Verse: 1    Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ,
   
ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
Verse: 2    
εὔϑυνον τὴν καρδίαν σου καὶ καρτέρησον
   
καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
Verse: 3    
κολλήϑητι αὐτῷ καὶ μὴ ἀποστῇς,
   
ἵνα αὐξηϑῇς ἐπ' ἐσχάτων σου.
Verse: 4    
πᾶν, ἐὰν ἐπαχϑῇ σοι, δέξαι
   
καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροϑύμησον·
Verse: 5    
ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς
   
καὶ ἄνϑρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
Verse: 6    
πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου·
   
εὔϑυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν.
Verse: 7    
Οἱ ϕοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ
   
καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.
Verse: 8    
οἱ ϕοβούμενοι κύριον, πιστεύσατε αὐτῷ,
   
καὶ οὐ μὴ πταίσῃ μισϑὸς ὑμῶν.
Verse: 9    
οἱ ϕοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαϑὰ
   
καὶ εἰς εὐϕροσύνην αἰῶνος καὶ ἔλεος.
Verse: 10    
ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε·
   
τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνϑη;
   
τίς ἐνέμεινεν τῷ ϕόβῳ αὐτοῦ καὶ ἐγκατελείϕϑη;
   
τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
Verse: 11    
διότι οἰκτίρμων καὶ ἐλεήμων κύριος
   
καὶ ἀϕίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ ϑλίψεως.
Verse: 12    
Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις
   
καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
Verse: 13    
οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
   
διὰ τοῦτο οὐ σκεπασϑήσεται.
Verse: 14    
οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
   
καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται κύριος;
Verse: 15    
οἱ ϕοβούμενοι κύριον οὐκ ἀπειϑήσουσιν ῥημάτων αὐτοῦ,
   
καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
Verse: 16    
οἱ ϕοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
   
καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησϑήσονται τοῦ νόμου.
Verse: 17    
οἱ ϕοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν
   
καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
Verse: 18    
ἐμπεσούμεϑα εἰς χεῖρας κυρίου
   
καὶ οὐκ εἰς χεῖρας ἀνϑρώπων·
   
ὡς γὰρ μεγαλωσύνη αὐτοῦ,
   
οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.