TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 875
Previous part

Chapter: 24 
Verse: 1    ῾Η σοϕία αἰνέσει ψυχὴν αὐτῆς
   
καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται·
Verse: 2    
ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει
   
καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
Verse: 3    
᾽Εγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλϑον
   
καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
Verse: 4    
ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
   
καὶ ϑρόνος μου ἐν στύλῳ νεϕέλης·
Verse: 5    
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη
   
καὶ ἐν βάϑει ἀβύσσων περιεπάτησα·
Verse: 6    
ἐν κύμασιν ϑαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ
   
καὶ ἐν παντὶ λαῷ καὶ ἔϑνει ἐκτησάμην.
Verse: 7    
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα
   
καὶ ἐν κληρονομίᾳ τίνος αὐλισϑήσομαι.
Verse: 8    
τότε ἐνετείλατό μοι κτίστης ἁπάντων,
   
καὶ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου
   
καὶ εἶπεν ᾽Εν Ιακωβ κατασκήνωσον
   
καὶ ἐν Ισραηλ κατακληρονομήϑητι.
Verse: 9    
πρὸ τοῦ αἰῶνος ἀπ' ἀρχῆς ἔκτισέν με,
   
καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
Verse: 10    
ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα
   
καὶ οὕτως ἐν Σιων ἐστηρίχϑην·
Verse: 11    
ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν,
   
καὶ ἐν Ιερουσαλημ ἐξουσία μου·
Verse: 12    
καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ,
   
ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ.
Verse: 13    
ὡς κέδρος ἀνυψώϑην ἐν τῷ Λιβάνῳ
   
καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων·
Verse: 14    
ὡς ϕοῖνιξ ἀνυψώϑην ἐν Αιγγαδοις
   
καὶ ὡς ϕυτὰ ῥόδου ἐν Ιεριχω,
   
ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,
   
καὶ ἀνυψώϑην ὡς πλάτανος.
Verse: 15    
ὡς κιννάμωμον καὶ ἀσπάλαϑος ἀρωμάτων δέδωκα ὀσμὴν
   
καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
   
ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ
   
καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
Verse: 16    
ἐγὼ ὡς τερέμινϑος ἐξέτεινα κλάδους μου,
   
καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
Verse: 17    
ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν,
   
καὶ τὰ ἄνϑη μου καρπὸς δόξης καὶ πλούτου.
Verse: 19    
προσέλϑετε πρός με, οἱ ἐπιϑυμοῦντές μου,
   
καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσϑητε·
Verse: 20    
τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ,
   
καὶ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
Verse: 21    
οἱ ἐσϑίοντές με ἔτι πεινάσουσιν,
   
καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
Verse: 22    
ὑπακούων μου οὐκ αἰσχυνϑήσεται,
   
καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
Verse: 23    
Ταῦτα πάντα βίβλος διαϑήκης ϑεοῦ ὑψίστου,
   
νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς
   
κληρονομίαν συναγωγαῖς Ιακωβ,
Verse: 25    
πιμπλῶν ὡς Φισων σοϕίαν
   
καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
Verse: 26    
ἀναπληρῶν ὡς Εὐϕράτης σύνεσιν
   
καὶ ὡς Ιορδάνης ἐν ἡμέραις ϑερισμοῦ,
Verse: 27    
ἐκϕαίνων ὡς ϕῶς παιδείαν,
   
ὡς Γηων ἐν ἡμέραις τρυγήτου.
Verse: 28    
οὐ συνετέλεσεν πρῶτος γνῶναι αὐτήν,
   
καὶ οὕτως ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
Verse: 29    
ἀπὸ γὰρ ϑαλάσσης ἐπληϑύνϑη διανόημα αὐτῆς
   
καὶ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
Verse: 30    
Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ
   
καὶ ὡς ὑδραγωγὸς ἐξῆλϑον εἰς παράδεισον·
Verse: 31    
εἶπα Ποτιῶ μου τὸν κῆπον
   
καὶ μεϑύσω μου τὴν πρασιάν·
   
καὶ ἰδοὺ ἐγένετό μοι διῶρυξ εἰς ποταμόν,
   
καὶ ποταμός μου ἐγένετο εἰς ϑάλασσαν.
Verse: 32    
ἔτι παιδείαν ὡς ὄρϑρον ϕωτιῶ
   
καὶ ἐκϕανῶ αὐτὰ ἕως εἰς μακράν·
Verse: 33    
ἔτι διδασκαλίαν ὡς προϕητείαν ἐκχεῶ
   
καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
Verse: 34    
ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
   
ἀλλ' ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.