TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 980
Previous part

Chapter: 10 
Verse: 1    Αἰτεῖσϑε ὑετὸν παρὰ κυρίου καϑ' ὥραν πρόιμον καὶ ὄψιμον· κύριος ἐποίησεν ϕαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ.
Verse: 2    
διότι οἱ ἀποϕϑεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξήρϑησαν ὡς πρόβατα καὶ ἐκακώϑησαν, διότι οὐκ ἦν ἴασις.
Verse: 3    
ἐπὶ τοὺς ποιμένας παρωξύνϑη ϑυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται κύριος ϑεὸς παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ.
Verse: 4    
καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τόξον ἐν ϑυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ἐξελαύνων ἐν τῷ αὐτῷ.
Verse: 5    
καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι κύριος μετ' αὐτῶν, καὶ καταισχυνϑήσονται ἀναβάται ἵππων.
Verse: 6    
καὶ κατισχύσω τὸν οἶκον Ιουδα καὶ τὸν οἶκον Ιωσηϕ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ κύριος ϑεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς.
Verse: 7    
καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Εϕραιμ, καὶ χαρήσεται καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐϕρανϑήσονται, καὶ χαρεῖται καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ.
Verse: 8    
σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληϑυνϑήσονται καϑότι ἦσαν πολλοί·
Verse: 9    
καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησϑήσονταί μου, ἐκϑρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν.
Verse: 10    
καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ ᾽Ασσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειϕϑῇ ἐξ αὐτῶν οὐδὲ εἷς·
Verse: 11    
καὶ διελεύσονται ἐν ϑαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν ϑαλάσσῃ κύματα, καὶ ξηρανϑήσεται πάντα τὰ βάϑη ποταμῶν, καὶ ἀϕαιρεϑήσεται πᾶσα ὕβρις ᾽Ασσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεϑήσεται.
Verse: 12    
καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ ϑεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.