TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 981
Previous part

Chapter: 11 
Verse: 1    Διάνοιξον, Λίβανος, τὰς ϑύρας σου, καὶ καταϕαγέτω πῦρ τὰς κέδρους σου·
Verse: 2    
ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσϑη δρυμὸς σύμϕυτος.
Verse: 3    
ϕωνὴ ϑρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν μεγαλωσύνη αὐτῶν· ϕωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ ϕρύαγμα τοῦ Ιορδάνου.
Verse: 4    
τάδε λέγει κύριος παντοκράτωρ Ποιμαίνετε τὰ πρόβατα τῆς σϕαγῆς,
Verse: 5    
οἱ κτησάμενοι κατέσϕαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς.
Verse: 6    
διὰ τοῦτο οὐ ϕείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει κύριος, καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνϑρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.
Verse: 7    
καὶ ποιμανῶ τὰ πρόβατα τῆς σϕαγῆς εἰς τὴν Χαναανῖτιν· καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα καὶ ποιμανῶ τὰ πρόβατα.
Verse: 8    
καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνϑήσεται ψυχή μου ἐπ' αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ.
Verse: 9    
καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποϑνῇσκον ἀποϑνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσϑιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.
Verse: 10    
καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαϑήκην μου, ἣν διεϑέμην πρὸς πάντας τοὺς λαούς·
Verse: 11    
καὶ διασκεδασϑήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ ϕυλασσόμενα, διότι λόγος κυρίου ἐστίν.
Verse: 12    
καὶ ἐρῶ πρὸς αὐτούς Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισϑόν μου ἀπείπασϑε· καὶ ἔστησαν τὸν μισϑόν μου τριάκοντα ἀργυροῦς.
Verse: 13    
καὶ εἶπεν κύριος πρός με Κάϑες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσϑην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον.
Verse: 14    
καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τοῦ Ισραηλ.
Verse: 15    
Καὶ εἶπεν κύριος πρός με ῎Ετι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου.
Verse: 16    
διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευϑύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταϕάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.
Verse: 17    
οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀϕϑαλμὸν τὸν δεξιὸν αὐτοῦ· βραχίων αὐτοῦ ξηραινόμενος ξηρανϑήσεται, καὶ ὀϕϑαλμὸς δεξιὸς αὐτοῦ ἐκτυϕλούμενος ἐκτυϕλωϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.