TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 984
Previous part

Chapter: 14 
Verse: 1    ᾽Ιδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισϑήσεται τὰ σκῦλά σου ἐν σοί.
Verse: 2    
καὶ ἐπισυνάξω πάντα τὰ ἔϑνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον, καὶ ἁλώσεται πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνϑήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεϑρευϑῶσιν ἐκ τῆς πόλεως.
Verse: 3    
καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔϑνεσιν ἐκείνοις καϑὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.
Verse: 4    
καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολῶν· καὶ σχισϑήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς ϑάλασσαν, χάος μέγα σϕόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον.
Verse: 5    
καὶ ἐμϕραχϑήσεται ϕάραγξ ὀρέων μου, καὶ ἐγκολληϑήσεται ϕάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμϕραχϑήσεται καϑὼς ἐνεϕράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα· καὶ ἥξει κύριος ϑεός μου καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ.
Verse: 6    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται ϕῶς καὶ ψῦχος καὶ πάγος·
Verse: 7    
ἔσται μίαν ἡμέραν, καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται ϕῶς.
Verse: 8    
καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ιερουσαλημ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, καὶ ἐν ϑέρει καὶ ἐν ἔαρι ἔσται οὕτως.
Verse: 9    
καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν.
Verse: 10    
κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ· Ραμα δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμιν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ανανεηλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως.
Verse: 11    
κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάϑεμα ἔτι, καὶ κατοικήσει Ιερουσαλημ πεποιϑότως.
Verse: 12    
Καὶ αὕτη ἔσται πτῶσις, ἣν κόψει κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀϕϑαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.
Verse: 13    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις κυρίου ἐπ' αὐτοὺς μεγάλη, καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ.
Verse: 14    
καὶ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόϑεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆϑος σϕόδρα.
Verse: 15    
καὶ αὕτη ἔσται πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην.
Verse: 16    
καὶ ἔσται ὅσοι ἐὰν καταλειϕϑῶσιν ἐκ πάντων τῶν ἐϑνῶν τῶν ἐλϑόντων ἐπὶ Ιερουσαλημ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
Verse: 17    
καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν ϕυλῶν τῆς γῆς εἰς Ιερουσαλημ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεϑήσονται.
Verse: 18    
ἐὰν δὲ ϕυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλϑῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔϑνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
Verse: 19    
αὕτη ἔσται ἁμαρτία Αἰγύπτου καὶ ἁμαρτία πάντων τῶν ἐϑνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
Verse: 20    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ κυρίου ὡς ϕιάλαι πρὸ προσώπου τοῦ ϑυσιαστηρίου,
Verse: 21    
καὶ ἔσται πᾶς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἅγιον τῷ κυρίῳ παντοκράτορι· καὶ ἥξουσιν πάντες οἱ ϑυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.