TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 975
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον.
Verse: 2    
καὶ εἶπεν πρός με Τί σὺ βλέπεις; καὶ εἶπα ᾽Εγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα.
Verse: 3    
καὶ εἶπεν πρός με Αὕτη ἀρὰ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς κλέπτης ἐκ τούτου ἕως ϑανάτου ἐκδικηϑήσεται, καὶ πᾶς ἐπίορκος ἐκ τούτου ἕως ϑανάτου ἐκδικηϑήσεται·
Verse: 4    
καὶ ἐξοίσω αὐτό, λέγει κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίϑους αὐτοῦ.
Verse: 5    
Καὶ ἐξῆλϑεν ἄγγελος λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με ᾽Ανάβλεψον τοῖς ὀϕϑαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο.
Verse: 6    
καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.
Verse: 7    
καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάϑητο ἐν μέσῳ τοῦ μέτρου.
Verse: 8    
καὶ εἶπεν Αὕτη ἐστὶν ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίϑον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς.
Verse: 9    
καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ.
Verse: 10    
καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποϕέρουσιν τὸ μέτρον;
Verse: 11    
καὶ εἶπεν πρός με Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ ϑήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.