TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 976
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
Verse: 2    
ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες,
Verse: 3    
καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.
Verse: 4    
καὶ ἀπεκρίϑην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε;
Verse: 5    
καὶ ἀπεκρίϑη ἄγγελος λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς·
Verse: 6    
ἐν ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισϑεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου,
Verse: 7    
καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσϑαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπεν Πορεύεσϑε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
Verse: 8    
καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων ᾽Ιδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν ϑυμόν μου ἐν γῇ βορρᾶ.
Verse: 9    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 10    
Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ιωσιου τοῦ Σοϕονιου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος
Verse: 11    
καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεϕάνους καὶ ἐπιϑήσεις ἐπὶ τὴν κεϕαλὴν ᾽Ιησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου
Verse: 12    
καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος παντοκράτωρ ᾽Ιδοὺ ἀνήρ, ᾽Ανατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωϑεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου·
Verse: 13    
καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καϑίεται καὶ κατάρξει ἐπὶ τοῦ ϑρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμϕοτέρων.
Verse: 14    
δὲ στέϕανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοϕονιου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου.
Verse: 15    
καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου, καὶ γνώσεσϑε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ὑμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.