TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 977
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασελευ,
Verse: 2    
καὶ ἐξαπέστειλεν εἰς Βαιϑηλ Σαρασαρ καὶ Αρβεσεερ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασϑαι τὸν κύριον
Verse: 3    
λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προϕήτας λέγων Εἰσελήλυϑεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καϑότι ἐποίησα ἤδη ἱκανὰ ἔτη.
Verse: 4    
καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων
Verse: 5    
Εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων ᾽Εὰν νηστεύσητε κόψησϑε ἐν ταῖς πέμπταις ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι;
Verse: 6    
καὶ ἐὰν ϕάγητε πίητε, οὐχ ὑμεῖς ἔσϑετε καὶ ὑμεῖς πίνετε;
Verse: 7    
οὐχ οὗτοι οἱ λόγοι εἰσίν, οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προϕητῶν τῶν ἔμπροσϑεν, ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐϑηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόϑεν καὶ ὀρεινὴ καὶ πεδινὴ κατῳκεῖτο;
Verse: 8    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων
Verse: 9    
Τάδε λέγει κύριος παντοκράτωρ Κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ
Verse: 10    
καὶ χήραν καὶ ὀρϕανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελϕοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.
Verse: 11    
καὶ ἠπείϑησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραϕρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
Verse: 12    
καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειϑῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προϕητῶν τῶν ἔμπροσϑεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος.
Verse: 13    
καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει κύριος παντοκράτωρ.
Verse: 14    
καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔϑνη, οὐκ ἔγνωσαν, καὶ γῆ ἀϕανισϑήσεται κατόπισϑεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέϕοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀϕανισμόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.