TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 978
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων
Verse: 2    
Τάδε λέγει κύριος παντοκράτωρ ᾽Εζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ ϑυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.
Verse: 3    
τάδε λέγει κύριος Καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ κληϑήσεται Ιερουσαλημ πόλις ἀληϑινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον.
Verse: 4    
τάδε λέγει κύριος παντοκράτωρ ῎Ετι καϑήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήϑους ἡμερῶν·
Verse: 5    
καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησϑήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.
Verse: 6    
τάδε λέγει κύριος παντοκράτωρ Διότι εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει; λέγει κύριος παντοκράτωρ.
Verse: 7    
τάδε λέγει κύριος παντοκράτωρ ᾽Ιδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν
Verse: 8    
καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεὸν ἐν ἀληϑείᾳ καὶ ἐν δικαιοσύνῃ.
Verse: 9    
τάδε λέγει κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προϕητῶν, ἀϕ' ἧς ἡμέρας τεϑεμελίωται οἶκος κυρίου παντοκράτορος, καὶ ναὸς ἀϕ' οὗ ᾠκοδόμηται.
Verse: 10    
διότι πρὸ τῶν ἡμερῶν ἐκείνων μισϑὸς τῶν ἀνϑρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ μισϑὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς ϑλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνϑρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.
Verse: 11    
καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσϑεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει κύριος παντοκράτωρ,
Verse: 12    
ἀλλ' δείξω εἰρήνην· ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα.
Verse: 13    
καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔϑνεσιν, οἶκος Ιουδα καὶ οἶκος Ισραηλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσϑε ἐν εὐλογίᾳ· ϑαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.
Verse: 14    
διότι τάδε λέγει κύριος παντοκράτωρ ῝Ον τρόπον διενοήϑην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα,
Verse: 15    
οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα· ϑαρσεῖτε.
Verse: 16    
οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήϑειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν
Verse: 17    
καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσϑε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει κύριος παντοκράτωρ.
Verse: 18    
Καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων
Verse: 19    
Τάδε λέγει κύριος παντοκράτωρ Νηστεία τετρὰς καὶ νηστεία πέμπτη καὶ νηστεία ἑβδόμη καὶ νηστεία δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐϕροσύνην καὶ εἰς ἑορτὰς ἀγαϑὰς καὶ εὐϕρανϑήσεσϑε, καὶ τὴν ἀλήϑειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.
Verse: 20    
τάδε λέγει κύριος παντοκράτωρ ῎Ετι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς·
Verse: 21    
καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευϑῶμεν δεηϑῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ.
Verse: 22    
καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔϑνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσϑαι τὸ πρόσωπον κυρίου.
Verse: 23    
τάδε λέγει κύριος παντοκράτωρ ᾽Εν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐϑνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες Πορευσόμεϑα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ϑεὸς μεϑ' ὑμῶν ἐστιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.