TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 979
Previous part

Chapter: 9 
Verse: 1    Λῆμμα λόγου κυρίου· ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ ϑυσία αὐτοῦ, διότι κύριος ἐϕορᾷ ἀνϑρώπους καὶ πάσας ϕυλὰς τοῦ Ισραηλ.
Verse: 2    
καὶ Εμαϑ ἐν τοῖς ὁρίοις αὐτῆς, Τύρος καὶ Σιδών, διότι ἐϕρόνησαν σϕόδρα.
Verse: 3    
καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐϑησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν.
Verse: 4    
διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς ϑάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωϑήσεται.
Verse: 5    
ὄψεται ᾽Ασκαλὼν καὶ ϕοβηϑήσεται, καὶ Γάζα καὶ ὀδυνηϑήσεται σϕόδρα, καὶ Ακκαρων, ὅτι ᾐσχύνϑη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ ᾽Ασκαλὼν οὐ μὴ κατοικηϑῇ.
Verse: 6    
καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν ᾽Αζώτῳ, καὶ καϑελῶ ὕβριν ἀλλοϕύλων.
Verse: 7    
καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειϕϑήσεται καὶ οὗτος τῷ ϑεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς Ιεβουσαῖος.
Verse: 8    
καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσϑαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλϑῃ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀϕϑαλμοῖς μου.
Verse: 9    
Χαῖρε σϕόδρα, ϑύγατερ Σιων· κήρυσσε, ϑύγατερ Ιερουσαλημ· ἰδοὺ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
Verse: 10    
καὶ ἐξολεϑρεύσει ἅρματα ἐξ Εϕραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ, καὶ ἐξολεϑρευϑήσεται τόξον πολεμικόν, καὶ πλῆϑος καὶ εἰρήνη ἐξ ἐϑνῶν· καὶ κατάρξει ὑδάτων ἕως ϑαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.
Verse: 11    
καὶ σὺ ἐν αἵματι διαϑήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
Verse: 12    
καϑήσεσϑε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι·
Verse: 13    
διότι ἐνέτεινά σε, Ιουδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Εϕραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιων, ἐπὶ τὰ τέκνα τῶν ῾Ελλήνων καὶ ψηλαϕήσω σε ὡς ῥομϕαίαν μαχητοῦ·
Verse: 14    
καὶ κύριος ἔσται ἐπ' αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.
Verse: 15    
κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν, καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίϑοις σϕενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς ϕιάλας ϑυσιαστήριον.
Verse: 16    
καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίϑοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ.
Verse: 17    
ὅτι εἴ τι ἀγαϑὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρϑένους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.