TITUS
Legendae Sanctorum militarium
Part No. 32
Previous part

Chapter: 06  
Line of edition: 32     δὲ ἀγωνιστὴς τοῦ Χριστοῦ Θεόδωρος ποιήσας τὴν ἐν
Line of edition: 33    
Χριστῷ σϕραγῖδα, τύψας τὸ στῆθος καὶ ἀναβλέψας εἰς τὸν
Line of edition: 34    
οὐρανὸν εἶπεν · "κύριε ῾Ιησοῦ Χριστέ, τὸ καλὸν ὄνομα, ἐκ
Line of edition: 35    
τῆς οὐσίας τοῦ πατρὸς λάμψας, μὴ βραδύνῃς ποιῆσαι τὸ αἴτημα,
Line of edition: 36    
αἰτοῦμαι παρὰ σοῦ. ἐν τοῖς πολέμοις ἐπιστάς μοι καὶ δούς
Page of edition: 060  Line of edition: 1    
μοι νίκην κατὰ τῶν ὑπεναντίων, καὶ νῦν αὐτὸς εἰ, Χριστὲ
Line of edition: 3    
θεός, ἀπόστειλόν μοι νίκην, ἵνα νικήσω τὸν πολέμιον διάβολον."
Line of edition: 4    
τότε ὡς ἀνθρώπῳ διαλεγόμενος τῷ ἑαυτοῦ ἵππῳ λέγει · "οἶδας,
Line of edition: 5    
ὅτι ἐν πᾶσιν εὐδοκεῖ θεὸς καὶ ἐν ἀνθρώποις καὶ ἐν κτήνεσιν·
Line of edition: 6    
ὥστε οὖν ἀγωνίζου τοῦ Χριστοῦ ἐνδυναμοῦντος, ἵνα νικήσωμεν
Line of edition: 7    
τὸν ὑπεναντίον ἐχθρόν." / ἀκούσας δὲ ἵππος τοὺς λόγους τοῦ
Line of edition: 8    
ἰδίου δεσπότου ἵστατο ὡς ἀνθρωπίνῃ ϕύσει ἐκδεχόμενος τὴν
Line of edition: 9    
τοῦ δράκοντος κίνησιν. τότε λέγει μάρτυς τοῦ Χριστοῦ πρὸς
Line of edition: 10    
τὸν δράκοντα· " σοὶ λέγω καὶ ἐπιτάσσω ἐν όνόματι ᾽Ιησοῦ
Line of edition: 11    
Χριστοῦ τοῦ σταυρωθέντι διὰ τὸ γένος τῶν ἀνθρώπων καὶ
Line of edition: 12    
τῆς δυνάμεως αὐτοῦ · ἔξελθε ἐκ τοῦ τόπου σου καὶ ἐλθὲ πρὸς
Line of edition: 13    
μέ." τότε ἀκούσας τοῦ ἀγωνιστοῦ τοῦ Χριστοῦ δράκων
Line of edition: 14    
ἐκίνησεν. κινουμένου δὲ αὐτοῦ αἱ πέτραι τοῦ τόπου ἐκείνου
Line of edition: 15    
συνετρίβοντο. δὲ ἀγωνιστὴς τοῦ Χριστοῦ Θεόδωρος ἐπέβη ἐπὶ
Line of edition: 16    
τὸν σαυτοῦ ἵππον καὶ λακτίσας ἵππος τοῖς τέσσαρσιν αὐτοῦ
Line of edition: 17    
ποσὶν ἔστη ἐπάνω τοῦ δράκοντος. τότε ἀγωνιστὴς τοῦ Χριστοῦ
Line of edition: 18    
Θεόδωρος τὴν ἑαυτοῦ ῥομϕαίαν πήξας ἐπάταξε τὸν δράκοντα
Line of edition: 19    
καὶ εἶπεν · "εὐχαριστῶ σοι, κύριε ᾽Ιησοῦ Χριστέ, ὅτι ἐπήκουσάς
Line of edition: 20    
μου ἐν τῇ ὥρᾳ ταύτῃ, ἵνα νικήσω τὸν ὑπεναντίον ἐχθρόν." καὶ
Line of edition: 21    
ἐπορεύετο τὴν ὁδὸν αὐτοῦ χαίρων καὶ αἰνῶν τὸν θεὸν ἐν
Line of edition: 22    
εἰρήνῃ ἐν τῷ αὐτοῦ στρατεύματι. καὶ πολλοὶ τῶν ῾Ελλήνων
Line of edition: 23    
ἀκούσαντες, ἐποίησεν ἅγιος Θεόδωρος, ἐπίστευσαν λέγοντες ·
Line of edition: 24    
" ὄντως μέγας ἐστὶν θεὸς αὐτοῦ." καὶ ἐβαπτίσθησαν ὑπὸ αὐτοῦ
Line of edition: 25    
εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
Line of edition: 26    
καὶ ἐγένοντο πάντες μία ποίμνη Χριστοῦ καὶ ἐδόξασαν τὸν
Line of edition: 27    
θεὸν τοῦ ἁγίου μάρτυρος Θεοδώρου.




Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.