TITUS
Legendae Sanctorum militarium
Part No. 50
Previous part

Chapter: 3  
Page of edition: 153  Line of edition: 1    3. Δράκων ἦν ἐν Εὐχαίταις, θηρίον μεγέθει μέγιστον καὶ τὴν
Line of edition: 2    
ἀλκὴν 1 ἀνυπόστατον· ϕλὸξ μὲν τὰ ὄμματα, ἰὸς δὲ τὸ στόμα καὶ
Line of edition: 3    
ἰὸς ἄμαχος· θρέμμα τῆς γῆς παράλογον καὶ τέρας τοῖς θεωμένοις
Line of edition: 4    
ἀλλόκοτον. Οὗτος τε διεκινεῖτο τοῦ ϕωλεοῦ, συνεκινεῖτο μὲν καὶ
Line of edition: 5    
πέριξ αὐτῷ γῆ, συνεδονεῖτο δὲ πᾶσα ὕλη, συνεθλᾶτο δὲ δένδρα
Line of edition: 6    
καὶ θάμνοι καὶ λίθοι καὶ δι' ὅσων ἐκεῖνος εἷρπε. Τοῖς οὖν προσοίκοις
Line of edition: 7    
οὔ τι καλὸς ἔμελλε γείτων οὗτος δράκων εἶναι, ποίμνια
Line of edition: 8    
μὲν ὅλα διαλαϕύσσων, λήια δὲ κατασύρων καὶ αὐτοὺς δὲ τοὺς
Line of edition: 9    
συναντήσαντας. Τί οὖν πρὸς ταῦτα τοὺς ἀθλίους οἰκήτορας πάσχειν
Line of edition: 10    
εἰκὸς πάντως τῶν αἰχμαλώτων τρόπον τῶν ἐνθένδε μεταναστῆναι
Line of edition: 11    
καὶ τὴν ϕύσιν εκβιασθῆναι καὶ τὸ ϕίλον καὶ ἡδὺ
Line of edition: 12    
τῆς πατρός ἔδαϕος ἐχθράν τε καὶ πολεμίαν ἐπιβλαβῆ
Line of edition: 13    
νομίσαντας; Ταῦτα οὖν τὰ οὕτω ϕρικτὰ καὶ Θεοδώρῳ ϕανερὰ
Line of edition: 14    
γενόμενα οὐκ ἀποθέσθαι μᾶλλον ἀλλὰ καί τι προσθέσθαι
Line of edition: 15    
πείθει τῆς εὐψυχίας· ᾤετο γὰρ τοσούτῳ μὲν μᾶλλον δικαιότερον
Line of edition: 16    
παρατάττεσθαι, ὅσῳ καὶ παντὸς χαλεπώτερον πολεμίου τοῖς
Line of edition: 17    
περιοίκοις ἐκεῖνο καθίστατο· τοσούτῳ δὲ καὶ θαρραλεώτερον, ὅσα
Line of edition: 18    
τῷ περιόντι τῶν ϕοβερῶν τὸ περιὸν εἶχε καὶ αὐτὸς τῆς ἀνδρίας
Line of edition: 19    
καὶ ἀρετῆς ἐνδείξασθαι· τὸ δέ γε πλέον, καὶ τεκμήριον αὐτῷ τῆς
Line of edition: 20    
ὁμολογίας τῆς ὑπὲρ Χριστοῦ καὶ σύμβολον οὐ μικρὸν τῆς κατὰ
Line of edition: 21    
τοῦ νοητοῦ θηρὸς συμπλοκῆς τὴν κατὰ τοῦ αἰσθητοῦ ποιήσασθαι.
Line of edition: 22    
Οὕτως οὖν ἔχων καὶ τούτοις τοῖς λογισμοῖς τὸν νοῦν ἐπιρρώσας
Line of edition: 23    
ἐκ μέσου τοῦ στρατοπέδου μηδενὶ τὸ βούλημα κοινωσάμενος
Line of edition: 24    
ἐχώρει θαρρῶν, ὥσπερ πρὸς ἤδη τεθνηκὸς τὸ κηρίον ὁρμῶν·
Line of edition: 25    
ὅπλα δὲ αὐτῷ τὸ μὲν κράτιστον σταυρός οὗτος γὰρ ἦν καὶ
Line of edition: 26    
τοῖς ἔξω τὸ κρατεῖν παρέχων καὶ τἄλλα δὲ ὅσα ἂν στρατιώτης
Line of edition: 27    
ἀγρὸς κατά τε ψυχὴν καὶ χεῖρα κατὰ τοιούτου πολεμίου ϕέρεις

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.