TITUS
Novum Testamentum graece
Part No. 4
Chapter: 4
Verse: 1
Τότε
ὁ
᾽Ιησοῦς
ἀνήχθη
εἰς
τὴν
ἔρημον
ὑπὸ
τοῦ
πνεύματος
,
πειρασθῆναι
ὑπὸ
τοῦ
διαβόλου
.
Verse: 2
καὶ
νηστεύσας
ἡμέρας
τεσσαράκοντα
καὶ
νύκτας
τεσσαράκοντα
ὕστερον
ἐπείνασεν
.
Verse: 3
Καὶ
προσελθὼν
ὁ
πειράζων
εἶπεν
αὐτῷ
,
Εἰ
υἱὸς
εἶ
τοῦ
θεοῦ
,
εἰπὲ
ἵνα
οἱ
λίθοι
οὗτοι
ἄρτοι
γένωνται
.
Verse: 4
ὁ
δὲ
ἀποκριθεὶς
εἶπεν
,
Γέγραπται
,
Οὐκ
ἐπ
'
ἄρτῳ
μόνῳ
ζήσεται
ὁ
ἄνθρωπος
,
ἀλλ
'
ἐπὶ
παντὶ
ῥήματι
ἐκπορευομένῳ
διὰ
στόματος
θεοῦ
.
Verse: 5
Τότε
παραλαμβάνει
αὐτὸν
ὁ
διάβολος
εἰς
τὴν
ἁγίαν
πόλιν
,
καὶ
ἵστησιν
αὐτὸν
ἐπὶ
τὸ
πτερύγιον
τοῦ
ἱεροῦ
,
Verse: 6
καὶ
λέγει
αὐτῷ
,
Εἰ
υἱὸς
εἶ
τοῦ
θεοῦ
,
βάλε
σεαυτὸν
κάτω
·
γέγραπται
γὰρ
ὅτι
Τοῖς
ἀγγέλοις
αὐτοῦ
ἐντελεῖται
περὶ
σοῦ
καὶ
ἐπὶ
χειρῶν
ἀροῦσίν
σε
,
μήποτε
προσκόψῃς
πρὸς
λίθον
τὸν
πόδα
σου
.
Verse: 7
ἔϕη
αὐτῷ
ὁ
᾽Ιησοῦς
,
Πάλιν
γέγραπται
,
Οὐκ
ἐκπειράσεις
κύριον
τὸν
θεόν
σου
.
Verse: 8
Πάλιν
παραλαμβάνει
αὐτὸν
ὁ
διάβολος
εἰς
ὄρος
ὑψηλὸν
λίαν
,
καὶ
δείκνυσιν
αὐτῷ
πάσας
τὰς
βασιλείας
τοῦ
κόσμου
καὶ
τὴν
δόξαν
αὐτῶν
,
Verse: 9
καὶ
λέγει
αὐτῷ
,
Ταῦτά
σοι
πάντα
δώσω
ἐὰν
πεσὼν
προσκυνήσῃς
μοι
.
Verse: 10
τότε
λέγει
αὐτῷ
ὁ
᾽Ιησοῦς
,
῞Υπαγε
,
Σατανᾶ
·
γέγραπται
γάρ
,
Κύριον
τὸν
θεόν
σου
προσκυνήσεις
καὶ
αὐτῷμόνῳ
λατρεύσεις
.
Verse: 11
Τότε
ἀϕίησιν
αὐτὸν
ὁ
διάβολος
,
καὶ
ἰδοὺ
ἄγγελοι
προσῆλθον
καὶ
διηκόνουν
αὐτῷ
.
Verse: 12
᾽Ακούσας
δὲ
ὅτι
᾽Ιωάννης
παρεδόθη
ἀνεχώρησεν
εἰς
τὴν
Γαλιλαίαν
.
Verse: 13
καὶ
καταλιπὼν
τὴν
Ναζαρὰ
ἐλθὼν
κατῴκησεν
εἰς
Καϕαρναοὺμ
τὴν
παραθαλασσίαν
ἐν
ὁρίοις
Ζαβουλὼν
καὶ
Νεϕθαλίμ
·
Verse: 14
ἵνα
πληρωθῇ
τὸ
ῥηθὲν
διὰ
᾽Ησαίου
τοῦ
προϕήτου
λέγοντος
,
Verse: 15
Γῆ
Ζαβουλὼν
καὶ
γῆ
Νεϕθαλίμ
,
ὁδὸν
θαλάσσης
,
πέραν
τοῦ
᾽Ιορδάνου
,
Γαλιλαία
τῶν
ἐθνῶν
,
Verse: 16
ὁ
λαὸς
ὁ
καθήμενος
ἐν
σκότει
ϕῶς
εἶδεν
μέγα
,
καὶ
τοῖς
καθημένοις
ἐν
χώρᾳ
καὶ
σκιᾷ
θανάτου
ϕῶς
ἀνέτειλεν
αὐτοῖς
.
Verse: 17
᾽Απὸ
τότε
ἤρξατο
ὁ
᾽Ιησοῦς
κηρύσσειν
καὶ
λέγειν
,
Μετανοεῖτε
,
ἤγγικεν
γὰρ
ἡ
βασιλεία
τῶν
οὐρανῶν
.
Verse: 18
Περιπατῶν
δὲ
παρὰ
τὴν
θάλασσαν
τῆς
Γαλιλαίας
εἶδεν
δύο
ἀδελϕούς
,
Σίμωνα
τὸν
λεγόμενον
Πέτρον
καὶ
᾽Ανδρέαν
τὸν
ἀδελϕὸν
αὐτοῦ
,
βάλλοντας
ἀμϕίβληστρον
εἰς
τὴν
θάλασσαν
·
ἦσαν
γὰρ
ἁλιεῖς
.
Verse: 19
καὶ
λέγει
αὐτοῖς
,
Δεῦτε
ὀπίσω
μου
,
καὶ
ποιήσω
ὑμᾶς
ἁλιεῖς
ἀνθρώπων
.
Verse: 20
οἱ
δὲ
εὐθέως
ἀϕέντες
τὰ
δίκτυα
ἠκολούθησαν
αὐτῷ
.
Verse: 21
Καὶ
προβὰς
ἐκεῖθεν
εἶδεν
ἄλλους
δύο
ἀδελϕούς
,
᾽Ιάκωβον
τὸν
τοῦ
Ζεβεδαίου
καὶ
᾽Ιωάννην
τὸν
ἀδελϕὸν
αὐτοῦ
,
ἐν
τῷ
πλοίῳ
μετὰ
Ζεβεδαίου
τοῦ
πατρὸς
αὐτῶν
καταρτίζοντας
τὰ
δίκτυα
αὐτῶν
·
καὶ
ἐκάλεσεν
αὐτούς
.
Verse: 22
οἱ
δὲ
εὐθέως
ἀϕέντες
τὸ
πλοῖον
καὶ
τὸν
πατέρα
αὐτῶν
ἠκολούθησαν
αὐτῷ
.
Verse: 23
Καὶ
περιῆγεν
ἐν
ὅλῃ
τῇ
Γαλιλαίᾳ
,
διδάσκων
ἐν
ταῖς
συναγωγαῖς
αὐτῶν
καὶ
κηρύσσων
τὸ
εὐαγγέλιον
τῆς
βασιλείας
καὶ
θεραπεύων
πᾶσαν
νόσον
καὶ
πᾶσαν
μαλακίαν
ἐν
τῷ
λαῷ
.
Verse: 24
καὶ
ἀπῆλθεν
ἡ
ἀκοὴ
αὐτοῦ
εἰς
ὅλην
τὴν
Συρίαν
·
καὶ
προσήνεγκαν
αὐτῷ
πάντας
τοὺς
κακῶς
ἔχοντας
ποικίλαις
νόσοις
καὶ
βασάνοις
συνεχομένους
καὶ
δαιμονιζομένους
καὶ
σεληνιαζομένους
καὶ
παραλυτικούς
,
καὶ
ἐθεράπευσεν
αὐτούς
.
Verse: 25
καὶ
ἠκολούθησαν
αὐτῷ
ὄχλοι
πολλοὶ
ἀπὸ
τῆς
Γαλιλαίας
καὶ
Δεκαπόλεως
καὶ
῾Ιεροσολύμων
καὶ
᾽Ιουδαίας
καὶ
πέραν
τοῦ
᾽Ιορδάνου
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.