TITUS
Novum Testamentum graece
Part No. 15
Previous part

Chapter: 15 
Verse: 1    Τότε προσέρχονται τῷ ᾽Ιησοῦ ἀπὸ ῾Ιεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
Verse: 2    
Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
Verse: 3    
δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
Verse: 4    
γὰρ θεὸς εἶπεν, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ῾Ο κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω·
Verse: 5    
ὑμεῖς δὲ λέγετε, ῝Ος ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί, Δῶρον ἐὰν ἐξ ἐμοῦ ὠϕεληθῇς,
Verse: 6    
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
Verse: 7    
ὑποκριταί, καλῶς ἐπροϕήτευσεν περὶ ὑμῶν ᾽Ησαίας λέγων,
Verse: 8    
῾Ο λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ·
Verse: 9    
μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Verse: 10    
Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, ᾽Ακούετε καὶ συνίετε·
Verse: 11    
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
Verse: 12    
Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
Verse: 13    
δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα ϕυτεία ἣν οὐκ ἐϕύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται.
Verse: 14    
ἄϕετε αὐτούς· τυϕλοί εἰσιν ὁδηγοί· τυϕλὸς δὲ τυϕλὸν ἐὰν ὁδηγῇ, ἀμϕότεροι εἰς βόθυνον πεσοῦνται.
Verse: 15    
᾽Αποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολήν.
Verse: 16    
δὲ εἶπεν, ᾽Ακμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Verse: 17    
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀϕεδρῶνα ἐκβάλλεται;
Verse: 18    
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
Verse: 19    
ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, ϕόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασϕημίαι.
Verse: 20    
ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν ϕαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
Verse: 21    
Καὶ ἐξελθὼν ἐκεῖθεν ᾽Ιησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Verse: 22    
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα, ᾽Ελέησόν με, κύριε, υἱὸς Δαυίδ· θυγάτηρ μου κακῶς δαιμονίζεται.
Verse: 23    
δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ᾽Απόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
Verse: 24    
δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾽Ισραήλ.
Verse: 25    
δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι.
Verse: 26    
δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
Verse: 27    
δὲ εἶπεν, Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Verse: 28    
τότε ἀποκριθεὶς ᾽Ιησοῦς εἶπεν αὐτῇ, ῏Ω γύναι, μεγάλη σου πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Verse: 29    
Καὶ μεταβὰς ἐκεῖθεν ᾽Ιησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
Verse: 30    
καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ' ἑαυτῶν χωλούς, τυϕλούς, κυλλούς, κωϕούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς·
Verse: 31    
ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωϕοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας καὶ τυϕλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν ᾽Ισραήλ.
Verse: 32    
῾Ο δὲ ᾽Ιησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί ϕάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
Verse: 33    
καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί, Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
Verse: 34    
καὶ λέγει αὐτοῖς ᾽Ιησοῦς, Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν, ῾Επτά, καὶ ὀλίγα ἰχθύδια.
Verse: 35    
καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
Verse: 36    
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Verse: 37    
καὶ ἔϕαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν, ἑπτὰ σπυρίδας πλήρεις.
Verse: 38    
οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
Verse: 39    
Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.