TITUS
Novum Testamentum graece
Part No. 19
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς ᾽Ιουδαίας πέραν τοῦ ᾽Ιορδάνου.
Verse: 2    
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Verse: 3    
Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες, Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
Verse: 4    
δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀνέγνωτε ὅτι κτίσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;
Verse: 5    
καὶ εἶπεν, ῞Ενεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Verse: 6    
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
Verse: 7    
λέγουσιν αὐτῷ, Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι [αὐτήν];
Verse: 8    
λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
Verse: 9    
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται.
Verse: 10    
λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ], Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμϕέρει γαμῆσαι.
Verse: 11    
δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσιν τὸν λόγον [τοῦτον], ἀλλ' οἷς δέδοται.
Verse: 12    
εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. δυνάμενος χωρεῖν χωρείτω.
Verse: 13    
Τότε προσηνέχθησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
Verse: 14    
δὲ ᾽Ιησοῦς εἶπεν, ῎Αϕετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν.
Verse: 15    
καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
Verse: 16    
Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν, Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
Verse: 17    
δὲ εἶπεν αὐτῷ, Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ἀγαθός. εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
Verse: 18    
λέγει αὐτῷ, Ποίας; δὲ ᾽Ιησοῦς εἶπεν, Τὸ Οὐ ϕονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,
Verse: 19    
Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ᾽Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Verse: 20    
λέγει αὐτῷ νεανίσκος, Πάντα ταῦτα ἐϕύλαξα· τί ἔτι ὑστερῶ;
Verse: 21    
ἔϕη αὐτῷ ᾽Ιησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
Verse: 22    
ἀκούσας δὲ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
Verse: 23    
῾Ο δὲ ᾽Ιησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, ᾽Αμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Verse: 24    
πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαϕίδος διελθεῖν πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Verse: 25    
ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σϕόδρα λέγοντες, Τίς ἄρα δύναται σωθῆναι;
Verse: 26    
ἐμβλέψας δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
Verse: 27    
Τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ, ᾽Ιδοὺ ἡμεῖς ἀϕήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
Verse: 28    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα ϕυλὰς τοῦ ᾽Ισραήλ.
Verse: 29    
καὶ πᾶς ὅστις ἀϕῆκεν οἰκίας ἀδελϕοὺς ἀδελϕὰς πατέρα μητέρα τέκνα ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Verse: 30    
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.