TITUS
Novum Testamentum graece
Part No. 21
Previous part

Chapter: 21 
Verse: 1    Καὶ ὅτε ἤγγισαν εἰς ῾Ιεροσόλυμα καὶ ἦλθον εἰς Βηθϕαγὴ εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν, τότε ᾽Ιησοῦς ἀπέστειλεν δύο μαθητὰς
Verse: 2    
λέγων αὐτοῖς, Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
Verse: 3    
καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ῾Ο κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.
Verse: 4    
Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προϕήτου λέγοντος,
Verse: 5    
Εἴπατε τῇ θυγατρὶ Σιών, ᾽Ιδοὺ βασιλεύς σου ἔρχεταί σοι, πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
Verse: 6    
πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ᾽Ιησοῦς
Verse: 7    
ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ' αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
Verse: 8    
δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
Verse: 9    
οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ῾Ωσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου· ῾Ωσαννὰ ἐν τοῖς ὑψίστοις.
Verse: 10    
καὶ εἰσελθόντος αὐτοῦ εἰς ῾Ιεροσόλυμα ἐσείσθη πᾶσα πόλις λέγουσα, Τίς ἐστιν οὗτος;
Verse: 11    
οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν προϕήτης ᾽Ιησοῦς ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
Verse: 12    
Καὶ εἰσῆλθεν ᾽Ιησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
Verse: 13    
καὶ λέγει αὐτοῖς, Γέγραπται, ῾Ο οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.
Verse: 14    
Καὶ προσῆλθον αὐτῷ τυϕλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
Verse: 15    
ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ῾Ωσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν
Verse: 16    
καὶ εἶπαν αὐτῷ, ᾽Ακούεις τί οὗτοι λέγουσιν; δὲ ᾽Ιησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ᾽Εκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
Verse: 17    
Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
Verse: 18    
Πρωὶ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν.
Verse: 19    
καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ ϕύλλα μόνον, καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα συκῆ.
Verse: 20    
καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη συκῆ;
Verse: 21    
ἀποκριθεὶς δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ῎Αρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
Verse: 22    
καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
Verse: 23    
Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, ᾽Εν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
Verse: 24    
ἀποκριθεὶς δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ᾽Ερωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Verse: 25    
τὸ βάπτισμα τὸ ᾽Ιωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ᾽Εὰν εἴπωμεν, ᾽Εξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
Verse: 26    
ἐὰν δὲ εἴπωμεν, ᾽Εξ ἀνθρώπων, ϕοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προϕήτην ἔχουσιν τὸν ᾽Ιωάννην.
Verse: 27    
καὶ ἀποκριθέντες τῷ ᾽Ιησοῦ εἶπαν, Οὐκ οἴδαμεν. ἔϕη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Verse: 28    
Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι.
Verse: 29    
δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω, ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.
Verse: 30    
προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. δὲ ἀποκριθεὶς εἶπεν, ᾽Εγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
Verse: 31    
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν, ῾Ο πρῶτος. λέγει αὐτοῖς ᾽Ιησοῦς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Verse: 32    
ἦλθεν γὰρ ᾽Ιωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
Verse: 33    
῎Αλλην παραβολὴν ἀκούσατε. ῎Ανθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐϕύτευσεν ἀμπελῶνα καὶ ϕραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Verse: 34    
ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
Verse: 35    
καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Verse: 36    
πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Verse: 37    
ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ᾽Εντραπήσονται τὸν υἱόν μου.
Verse: 38    
οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ.
Verse: 39    
καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
Verse: 40    
ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Verse: 41    
λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Verse: 42    
λέγει αὐτοῖς ᾽Ιησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραϕαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεϕαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀϕθαλμοῖς ἡμῶν;
Verse: 43    
διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀϕ' ὑμῶν βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Verse: 44    
[Καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐϕ' ὃν δ' ἂν πέσῃ λικμήσει αὐτόν.]
Verse: 45    
Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
Verse: 46    
καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐϕοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προϕήτην αὐτὸν εἶχον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.