TITUS
Novum Testamentum graece
Part No. 45
Previous part

Book: Lk. 
ΚΑΤΑ ΛΟΥΚΑΝ

Euangelium secundum Lucam




Chapter: 1 
Verse: 1    ᾽Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασϑαι διήγησιν περὶ τῶν πεπληροϕορημένων ἐν ἡμῖν πραγμάτων,
Verse: 2    
καϑὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
Verse: 3    
ἔδοξε κἀμοὶ παρηκολουϑηκότι ἄνωϑεν πᾶσιν ἀκριβῶς καϑεξῆς σοι γράψαι, κράτιστε Θεόϕιλε,
Verse: 4    
ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήϑης λόγων τὴν ἀσϕάλειαν.
Verse: 5    
᾽Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου βασιλέως τῆς ᾽Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐϕημερίας ᾽Αβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν ϑυγατέρων ᾽Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾽Ελισάβετ.
Verse: 6    
ἦσαν δὲ δίκαιοι ἀμϕότεροι ἐναντίον τοῦ ϑεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
Verse: 7    
καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καϑότι ἦν ᾽Ελισάβετ στεῖρα, καὶ ἀμϕότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Verse: 8    
᾽Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐϕημερίας αὐτοῦ ἔναντι τοῦ ϑεοῦ,
Verse: 9    
κατὰ τὸ ἔϑος τῆς ἱερατείας ἔλαχε τοῦ ϑυμιᾶσαι εἰσελϑὼν εἰς τὸν ναὸν τοῦ κυρίου,
Verse: 10    
καὶ πᾶν τὸ πλῆϑος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ ϑυμιάματος·
Verse: 11    
ὤϕϑη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ ϑυσιαστηρίου τοῦ ϑυμιάματος.
Verse: 12    
καὶ ἐταράχϑη Ζαχαρίας ἰδών, καὶ ϕόβος ἐπέπεσεν ἐπ' αὐτόν.
Verse: 13    
εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος, Μὴ ϕοβοῦ, Ζαχαρία, διότι εἰσηκούσϑη δέησίς σου, καὶ γυνή σου ᾽Ελισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιωάννην.
Verse: 14    
καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται·
Verse: 15    
ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησϑήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
Verse: 16    
καὶ πολλοὺς τῶν υἱῶν ᾽Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν ϑεὸν αὐτῶν.
Verse: 17    
καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾽Ηλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνακαὶ ἀπειϑεῖς ἐν ϕρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
Verse: 18    
Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
Verse: 19    
καὶ ἀποκριϑεὶς ἄγγελος εἶπεν αὐτῷ, ᾽Εγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ ϑεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασϑαί σοι ταῦτα·
Verse: 20    
καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνϑ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωϑήσονται εἰς τὸν καιρὸν αὐτῶν.
Verse: 21    
Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐϑαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
Verse: 22    
ἐξελϑὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωϕός.
Verse: 23    
καὶ ἐγένετο ὡς ἐπλήσϑησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 24    
Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾽Ελισάβετ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα
Verse: 25    
ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀϕελεῖν ὄνειδός μου ἐν ἀνϑρώποις.
Verse: 26    
᾽Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ ϑεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲϑ
Verse: 27    
πρὸς παρϑένον ἐμνηστευμένην ἀνδρὶ ὄνομα ᾽Ιωσὴϕ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρϑένου Μαριάμ.
Verse: 28    
καὶ εἰσελϑὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, κύριος μετὰ σοῦ.
Verse: 29    
δὲ ἐπὶ τῷ λόγῳ διεταράχϑη καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος.
Verse: 30    
καὶ εἶπεν ἄγγελος αὐτῇ, Μὴ ϕοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ ϑεῷ·
Verse: 31    
καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
Verse: 32    
οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληϑήσεται, καὶ δώσει αὐτῷ κύριος ϑεὸς τὸν ϑρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
Verse: 33    
καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾽Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Verse: 34    
εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Verse: 35    
καὶ ἀποκριϑεὶς ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληϑήσεται, υἱὸς ϑεοῦ.
Verse: 36    
καὶ ἰδοὺ ᾽Ελισάβετ συγγενίς σου καὶ αὐτὴ συνείληϕεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
Verse: 37    
ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ ϑεοῦ πᾶν ῥῆμα.
Verse: 38    
εἶπεν δὲ Μαριάμ, ᾽Ιδοὺ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλϑεν ἀπ' αὐτῆς ἄγγελος.
Verse: 39    
᾽Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύϑη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾽Ιούδα,
Verse: 40    
καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾽Ελισάβετ.
Verse: 41    
καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ᾽Ελισάβετ, ἐσκίρτησεν τὸ βρέϕος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσϑη πνεύματος ἁγίου ᾽Ελισάβετ,
Verse: 42    
καὶ ἀνεϕώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου.
Verse: 43    
καὶ πόϑεν μοι τοῦτο ἵνα ἔλϑῃ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
Verse: 44    
ἰδοὺ γὰρ ὡς ἐγένετο ϕωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέϕος ἐν τῇ κοιλίᾳ μου.
Verse: 45    
καὶ μακαρία πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
Verse: 46    
Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ψυχή μου τὸν κύριον,
Verse: 47    
καὶ ἠγαλλίασεντὸ πνεῦμά μου ἐπὶ τῷ ϑεῷ τῷ σωτῆρί μου,
Verse: 48    
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
Verse: 49    
ὅτι ἐποίησέν μοι μεγάλα δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
Verse: 50    
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς ϕοβουμένοις αὐτόν.
Verse: 51    
᾽Εποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηϕάνους διανοίᾳ καρδίας αὐτῶν·
Verse: 52    
καϑεῖλεν δυνάστας ἀπὸ ϑρόνων καὶ ὕψωσεν ταπεινούς,
Verse: 53    
πεινῶντας ἐνέπλησεν ἀγαϑῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Verse: 54    
ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησϑῆναι ἐλέους,
Verse: 55    
καϑὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ ᾽Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
Verse: 56    
῎Εμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Verse: 57    
Τῇ δὲ ᾽Ελισάβετ ἐπλήσϑη χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
Verse: 58    
καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
Verse: 59    
Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλϑον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
Verse: 60    
καὶ ἀποκριϑεῖσα μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληϑήσεται ᾽Ιωάννης.
Verse: 61    
καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
Verse: 62    
ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν ϑέλοι καλεῖσϑαι αὐτό.
Verse: 63    
καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ᾽Ιωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐϑαύμασαν πάντες.
Verse: 64    
ἀνεῴχϑη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν ϑεόν.
Verse: 65    
καὶ ἐγένετο ἐπὶ πάντας ϕόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾽Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
Verse: 66    
καὶ ἔϑεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ' αὐτοῦ.
Verse: 67    
Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσϑη πνεύματος ἁγίου καὶ ἐπροϕήτευσεν λέγων,
Verse: 68    
Εὐλογητὸς κύριος ϑεὸς τοῦ ᾽Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Verse: 69    
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
Verse: 70    
καϑὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος προϕητῶν αὐτοῦ,
Verse: 71    
σωτηρίαν ἐξ ἐχϑρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς·
Verse: 72    
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησϑῆναι διαϑήκης ἁγίας αὐτοῦ,
Verse: 73    
ὅρκον ὃν ὤμοσεν πρὸς ᾽Αβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
Verse: 74    
ἀϕόβως ἐκ χειρὸς ἐχϑρῶν ῥυσϑέντας λατρεύειν αὐτῷ
Verse: 75    
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
Verse: 76    
Καὶ σὺ δέ, παιδίον, προϕήτης ὑψίστου κληϑήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
Verse: 77    
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀϕέσει ἁμαρτιῶν αὐτῶν,
Verse: 78    
διὰ σπλάγχνα ἐλέους ϑεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
Verse: 79    
ἐπιϕᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ ϑανάτου καϑημένοις, τοῦ κατευϑῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Verse: 80    
Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾽Ισραήλ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.