TITUS
Novum Testamentum graece
Part No. 79
Previous part

Chapter: 11 
Verse: 1    ῏Ην δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελϕῆς αὐτῆς.
Verse: 2    
ἦν δὲ Μαριὰμ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ἀδελϕὸς Λάζαρος ἠσθένει.
Verse: 3    
ἀπέστειλαν οὖν αἱ ἀδελϕαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν ϕιλεῖς ἀσθενεῖ.
Verse: 4    
ἀκούσας δὲ ᾽Ιησοῦς εἶπεν, Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ δι' αὐτῆς.
Verse: 5    
ἠγάπα δὲ ᾽Ιησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελϕὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Verse: 6    
ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας·
Verse: 7    
ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, ῎Αγωμεν εἰς τὴν ᾽Ιουδαίαν πάλιν.
Verse: 8    
λέγουσιν αὐτῷ οἱ μαθηταί, ῾Ραββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ ᾽Ιουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
Verse: 9    
ἀπεκρίθη ᾽Ιησοῦς, Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ ϕῶς τοῦ κόσμου τούτου βλέπει·
Verse: 10    
ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ ϕῶς οὐκ ἔστιν ἐν αὐτῷ.
Verse: 11    
ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ϕίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
Verse: 12    
εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ, Κύριε, εἰ κεκοίμηται σωθήσεται.
Verse: 13    
εἰρήκει δὲ ᾽Ιησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
Verse: 14    
τότε οὖν εἶπεν αὐτοῖς ᾽Ιησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανεν,
Verse: 15    
καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
Verse: 16    
εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς, ῎Αγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ.
Verse: 17    
᾽Ελθὼν οὖν ᾽Ιησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
Verse: 18    
ἦν δὲ Βηθανία ἐγγὺς τῶν ῾Ιεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
Verse: 19    
πολλοὶ δὲ ἐκ τῶν ᾽Ιουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελϕοῦ.
Verse: 20    
οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ᾽Ιησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
Verse: 21    
εἶπεν οὖν Μάρθα πρὸς τὸν ᾽Ιησοῦν, Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ἀδελϕός μου·
Verse: 22    
[ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι θεός.
Verse: 23    
λέγει αὐτῇ ᾽Ιησοῦς, ᾽Αναστήσεται ἀδελϕός σου.
Verse: 24    
λέγει αὐτῷ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Verse: 25    
εἶπεν αὐτῇ ᾽Ιησοῦς, ᾽Εγώ εἰμι ἀνάστασις καὶ ζωή· πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
Verse: 26    
καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
Verse: 27    
λέγει αὐτῷ, Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ εἰς τὸν κόσμον ἐρχόμενος.
Verse: 28    
Καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν καὶ ἐϕώνησεν Μαριὰμ τὴν ἀδελϕὴν αὐτῆς λάθρᾳ εἰποῦσα, ῾Ο διδάσκαλος πάρεστιν καὶ ϕωνεῖ σε.
Verse: 29    
ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·
Verse: 30    
οὔπω δὲ ἐληλύθει ᾽Ιησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα.
Verse: 31    
οἱ οὖν ᾽Ιουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
Verse: 32    
οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν ᾽Ιησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ἀδελϕός.
Verse: 33    
᾽Ιησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ᾽Ιουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
Verse: 34    
καὶ εἶπεν, Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε.
Verse: 35    
ἐδάκρυσεν ᾽Ιησοῦς.
Verse: 36    
ἔλεγον οὖν οἱ ᾽Ιουδαῖοι, ῎Ιδε πῶς ἐϕίλει αὐτόν.
Verse: 37    
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀϕθαλμοὺς τοῦ τυϕλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
Verse: 38    
᾽Ιησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ.
Verse: 39    
λέγει ᾽Ιησοῦς, ῎Αρατε τὸν λίθον. λέγει αὐτῷ ἀδελϕὴ τοῦ τετελευτηκότος Μάρθα, Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
Verse: 40    
λέγει αὐτῇ ᾽Ιησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
Verse: 41    
ἦραν οὖν τὸν λίθον. δὲ ᾽Ιησοῦς ἦρεν τοὺς ὀϕθαλμοὺς ἄνω καὶ εἶπεν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
Verse: 42    
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Verse: 43    
καὶ ταῦτα εἰπὼν ϕωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω.
Verse: 44    
ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ᾽Ιησοῦς, Λύσατε αὐτὸν καὶ ἄϕετε αὐτὸν ὑπάγειν.
Verse: 45    
Πολλοὶ οὖν ἐκ τῶν ᾽Ιουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
Verse: 46    
τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἐποίησεν ᾽Ιησοῦς.
Verse: 47    
συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν, ὅτι οὗτος ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
Verse: 48    
ἐὰν ἀϕῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ ῾Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
Verse: 49    
εἷς δέ τις ἐξ αὐτῶν Καϊάϕας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ῾Υμεῖς οὐκ οἴδατε οὐδέν,
Verse: 50    
οὐδὲ λογίζεσθε ὅτι συμϕέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
Verse: 51    
τοῦτο δὲ ἀϕ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροϕήτευσεν ὅτι ἔμελλεν ᾽Ιησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
Verse: 52    
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
Verse: 53    
ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
Verse: 54    
῾Ο οὖν ᾽Ιησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ᾽Ιουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ᾽Εϕραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν.
Verse: 55    
῏Ην δὲ ἐγγὺς τὸ πάσχα τῶν ᾽Ιουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς ῾Ιεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
Verse: 56    
ἐζήτουν οὖν τὸν ᾽Ιησοῦν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
Verse: 57    
δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.