TITUS
Novum Testamentum graece
Part No. 89
Previous part

Chapter: 21 
Verse: 1    Μετὰ ταῦτα ἐϕανέρωσεν ἑαυτὸν πάλιν ᾽Ιησοῦς τοῖς μαϑηταῖς ἐπὶ τῆς ϑαλάσσης τῆς Τιβεριάδος· ἐϕανέρωσεν δὲ οὕτως.
Verse: 2    
ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναϑαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαϑητῶν αὐτοῦ δύο.
Verse: 3    
λέγει αὐτοῖς Σίμων Πέτρος, ῾Υπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, ᾽Ερχόμεϑα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλϑον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Verse: 4    
πρωίας δὲ ἤδη γενομένης ἔστη ᾽Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαϑηταὶ ὅτι ᾽Ιησοῦς ἐστιν.
Verse: 5    
λέγει οὖν αὐτοῖς [ὁ] ᾽Ιησοῦς, Παιδία, μή τι προσϕάγιον ἔχετε; ἀπεκρίϑησαν αὐτῷ, Οὔ.
Verse: 6    
δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήϑους τῶν ἰχϑύων.
Verse: 7    
λέγει οὖν μαϑητὴς ἐκεῖνος ὃν ἠγάπα ᾽Ιησοῦς τῷ Πέτρῳ, ῾Ο κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν ϑάλασσαν·
Verse: 8    
οἱ δὲ ἄλλοι μαϑηταὶ τῷ πλοιαρίῳ ἦλϑον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχϑύων.
Verse: 9    
ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνϑρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
Verse: 10    
λέγει αὐτοῖς ᾽Ιησοῦς, ᾽Ενέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
Verse: 11    
ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχϑύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσϑη τὸ δίκτυον.
Verse: 12    
λέγει αὐτοῖς ᾽Ιησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαϑητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι κύριός ἐστιν.
Verse: 13    
ἔρχεται ᾽Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
Verse: 14    
τοῦτο ἤδη τρίτον ἐϕανερώϑη ᾽Ιησοῦς τοῖς μαϑηταῖς ἐγερϑεὶς ἐκ νεκρῶν.
Verse: 15    
῞Οτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ᾽Ιησοῦς, Σίμων ᾽Ιωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι ϕιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου.
Verse: 16    
λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων ᾽Ιωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι ϕιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου.
Verse: 17    
λέγει αὐτῷ τὸ τρίτον, Σίμων ᾽Ιωάννου, ϕιλεῖς με; ἐλυπήϑη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; καὶ λέγει αὐτῷ, Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι ϕιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ πρόβατά μου.
Verse: 18    
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤϑελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ ϑέλεις.
Verse: 19    
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ ϑανάτῳ δοξάσει τὸν ϑεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, ᾽Ακολούϑει μοι.
Verse: 20    
᾽Επιστραϕεὶς Πέτρος βλέπει τὸν μαϑητὴν ὃν ἠγάπα ᾽Ιησοῦς ἀκολουϑοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆϑος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν παραδιδούς σε;
Verse: 21    
τοῦτον οὖν ἰδὼν Πέτρος λέγει τῷ ᾽Ιησοῦ, Κύριε, οὗτος δὲ τί;
Verse: 22    
λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Εὰν αὐτὸν ϑέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούϑει.
Verse: 23    
ἐξῆλϑεν οὖν οὗτος λόγος εἰς τοὺς ἀδελϕοὺς ὅτι μαϑητὴς ἐκεῖνος οὐκ ἀποϑνῄσκει. οὐκ εἶπεν δὲ αὐτῷ ᾽Ιησοῦς ὅτι οὐκ ἀποϑνῄσκει, ἀλλ', ᾽Εὰν αὐτὸν ϑέλω μένειν ἕως ἔρχομαι[, τί πρὸς σέ];
Verse: 24    
Οὗτός ἐστιν μαϑητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληϑὴς αὐτοῦ μαρτυρία ἐστίν.
Verse: 25    
῎Εστιν δὲ καὶ ἄλλα πολλὰ ἐποίησεν ᾽Ιησοῦς, ἅτινα ἐὰν γράϕηται καϑ' ἕν, οὐδ' αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραϕόμενα βιβλία.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.