TITUS
Novum Testamentum graece
Part No. 96
Previous part

Chapter: 5 
Verse: 1    ᾽Ανὴρ δέ τις ῾Ανανίας ὀνόματι σὺν Σαπϕείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
Verse: 2    
καὶ ἐνοσϕίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔϑηκεν.
Verse: 3    
εἶπεν δὲ Πέτρος, ῾Ανανία, διὰ τί ἐπλήρωσεν Σατανᾶς τὴν καρδίαν σου ψεύσασϑαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσϕίσασϑαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Verse: 4    
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραϑὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔϑου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνϑρώποις ἀλλὰ τῷ ϑεῷ.
Verse: 5    
ἀκούων δὲ ῾Ανανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο ϕόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας.
Verse: 6    
ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔϑαψαν.
Verse: 7    
᾽Εγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλϑεν.
Verse: 8    
ἀπεκρίϑη δὲ πρὸς αὐτὴν Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσϑε; δὲ εἶπεν, Ναί, τοσούτου.
Verse: 9    
δὲ Πέτρος πρὸς αὐτήν, Τί ὅτι συνεϕωνήϑη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν ϑαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ ϑύρᾳ καὶ ἐξοίσουσίν σε.
Verse: 10    
ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελϑόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔϑαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
Verse: 11    
καὶ ἐγένετο ϕόβος μέγας ἐϕ' ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Verse: 12    
Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοϑυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος.
Verse: 13    
τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσϑαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς λαός·
Verse: 14    
μᾶλλον δὲ προσετίϑεντο πιστεύοντες τῷ κυρίῳ πλήϑη ἀνδρῶν τε καὶ γυναικῶν,
Verse: 15    
ὥστε καὶ εἰς τὰς πλατείας ἐκϕέρειν τοὺς ἀσϑενεῖς καὶ τιϑέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
Verse: 16    
συνήρχετο δὲ καὶ τὸ πλῆϑος τῶν πέριξ πόλεων ᾽Ιερουσαλήμ, ϕέροντες ἀσϑενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαϑάρτων, οἵτινες ἐϑεραπεύοντο ἅπαντες.
Verse: 17    
᾽Αναστὰς δὲ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσϑησαν ζήλου
Verse: 18    
καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔϑεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Verse: 19    
ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς ϑύρας τῆς ϕυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν,
Verse: 20    
Πορεύεσϑε καὶ σταϑέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Verse: 21    
ἀκούσαντες δὲ εἰσῆλϑον ὑπὸ τὸν ὄρϑρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν ᾽Ισραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχϑῆναι αὐτούς.
Verse: 22    
οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ ϕυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
Verse: 23    
λέγοντες ὅτι Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσϕαλείᾳ καὶ τοὺς ϕύλακας ἑστῶτας ἐπὶ τῶν ϑυρῶν, ἀνοίξαντες δὲ ἔσω, οὐδένα εὕρομεν.
Verse: 24    
ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
Verse: 25    
παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ᾽Ιδοὺ οἱ ἄνδρες οὓς ἔϑεσϑε ἐν τῇ ϕυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
Verse: 26    
τότε ἀπελϑὼν στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐϕοβοῦντο γὰρ τὸν λαόν, μὴ λιϑασϑῶσιν.
Verse: 27    
᾽Αγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ἀρχιερεὺς
Verse: 28    
λέγων, Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν ᾽Ιερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσϑε ἐπαγαγεῖν ἐϕ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνϑρώπου τούτου.
Verse: 29    
ἀποκριϑεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν, Πειϑαρχεῖν δεῖ ϑεῷ μᾶλλον ἀνϑρώποις.
Verse: 30    
ϑεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν ᾽Ιησοῦν, ὃν ὑμεῖς διεχειρίσασϑε κρεμάσαντες ἐπὶ ξύλου·
Verse: 31    
τοῦτον ϑεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ ᾽Ισραὴλ καὶ ἄϕεσιν ἁμαρτιῶν.
Verse: 32    
καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἔδωκεν ϑεὸς τοῖς πειϑαρχοῦσιν αὐτῷ.
Verse: 33    
Οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
Verse: 34    
ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνϑρώπους ποιῆσαι,
Verse: 35    
εἶπέν τε πρὸς αὐτούς, ῎Ανδρες ᾽Ισραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνϑρώποις τούτοις τί μέλλετε πράσσειν.
Verse: 36    
πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, προσεκλίϑη ἀνδρῶν ἀριϑμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέϑη, καὶ πάντες ὅσοι ἐπείϑοντο αὐτῷ διελύϑησαν καὶ ἐγένοντο εἰς οὐδέν.
Verse: 37    
μετὰ τοῦτον ἀνέστη ᾽Ιούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραϕῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείϑοντο αὐτῷ διεσκορπίσϑησαν.
Verse: 38    
καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνϑρώπων τούτων καὶ ἄϕετε αὐτούς· ὅτι ἐὰν ἐξ ἀνϑρώπων βουλὴ αὕτη τὸ ἔργον τοῦτο, καταλυϑήσεται·
Verse: 39    
εἰ δὲ ἐκ ϑεοῦ ἐστιν, οὐ δυνήσεσϑε καταλῦσαι αὐτούς μήποτε καὶ ϑεομάχοι εὑρεϑῆτε. ἐπείσϑησαν δὲ αὐτῷ,
Verse: 40    
καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ ᾽Ιησοῦ καὶ ἀπέλυσαν.
Verse: 41    
Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώϑησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασϑῆναι·
Verse: 42    
πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστόν, ᾽Ιησοῦν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.