TITUS
Novum Testamentum graece
Part No. 143
Previous part

Chapter: 8 
Verse: 1    Περὶ δὲ τῶν εἰδωλοϑύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. γνῶσις ϕυσιοῖ, δὲ ἀγάπη οἰκοδομεῖ.
Verse: 2    
εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καϑὼς δεῖ γνῶναι·
Verse: 3    
εἰ δέ τις ἀγαπᾷ τὸν ϑεόν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ.
Verse: 4    
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοϑύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ϑεὸς εἰ μὴ εἷς.
Verse: 5    
καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι ϑεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν ϑεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
Verse: 6    
ἀλλ' ἡμῖν εἷς ϑεὸς πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος ᾽Ιησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.
Verse: 7    
᾽Αλλ' οὐκ ἐν πᾶσιν γνῶσις· τινὲς δὲ τῇ συνηϑείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόϑυτον ἐσϑίουσιν, καὶ συνείδησις αὐτῶν ἀσϑενὴς οὖσα μολύνεται.
Verse: 8    
βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ ϑεῷ· οὔτε ἐὰν μὴ ϕάγωμεν ὑστερούμεϑα, οὔτε ἐὰν ϕάγωμεν περισσεύομεν.
Verse: 9    
βλέπετε δὲ μή πως ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσϑενέσιν.
Verse: 10    
ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ συνείδησις αὐτοῦ ἀσϑενοῦς ὄντος οἰκοδομηϑήσεται εἰς τὸ τὰ εἰδωλόϑυτα ἐσϑίειν;
Verse: 11    
ἀπόλλυται γὰρ ἀσϑενῶν ἐν τῇ σῇ γνώσει, ἀδελϕὸς δι' ὃν Χριστὸς ἀπέϑανεν.
Verse: 12    
οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελϕοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσϑενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
Verse: 13    
διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελϕόν μου, οὐ μὴ ϕάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελϕόν μου σκανδαλίσω.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.