TITUS
Novum Testamentum graece
Part No. 149
Previous part

Chapter: 14 
Verse: 1    Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προϕητεύητε.
Verse: 2    
γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνϑρώποις λαλεῖ ἀλλὰ ϑεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
Verse: 3    
δὲ προϕητεύων ἀνϑρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυϑίαν.
Verse: 4    
λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· δὲ προϕητεύων ἐκκλησίαν οἰκοδομεῖ.
Verse: 5    
ϑέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προϕητεύητε· μείζων δὲ προϕητεύων λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἐκκλησία οἰκοδομὴν λάβῃ.
Verse: 6    
Νῦν δέ, ἀδελϕοί, ἐὰν ἔλϑω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠϕελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἐν ἀποκαλύψει ἐν γνώσει ἐν προϕητείᾳ ἐν διδαχῇ;
Verse: 7    
ὅμως τὰ ἄψυχα ϕωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιϑάρα, ἐὰν διαστολὴν τοῖς ϕϑόγγοις μὴ δῷ, πῶς γνωσϑήσεται τὸ αὐλούμενον τὸ κιϑαριζόμενον;
Verse: 8    
καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ ϕωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
Verse: 9    
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσϑήσεται τὸ λαλούμενον; ἔσεσϑε γὰρ εἰς ἀέρα λαλοῦντες.
Verse: 10    
τοσαῦτα εἰ τύχοι γένη ϕωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄϕωνον·
Verse: 11    
ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς ϕωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
Verse: 12    
οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
Verse: 13    
διὸ λαλῶν γλώσσῃ προσευχέσϑω ἵνα διερμηνεύῃ.
Verse: 14    
ἐὰν [γὰρ] προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, δὲ νοῦς μου ἄκαρπός ἐστιν.
Verse: 15    
τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοί· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοί.
Verse: 16    
ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι, ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ᾽Αμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;
Verse: 17    
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ἕτερος οὐκ οἰκοδομεῖται.
Verse: 18    
εὐχαριστῶ τῷ ϑεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ·
Verse: 19    
ἀλλὰ ἐν ἐκκλησίᾳ ϑέλω πέντε λόγους τῷ νοί μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, μυρίους λόγους ἐν γλώσσῃ.
Verse: 20    
᾽Αδελϕοί, μὴ παιδία γίνεσϑε ταῖς ϕρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ ϕρεσὶν τέλειοι γίνεσϑε.
Verse: 21    
ἐν τῷ νόμῳ γέγραπται ὅτι ᾽Εν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταίμου, λέγει κύριος.
Verse: 22    
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, δὲ προϕητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
Verse: 23    
᾽Εὰν οὖν συνέλϑῃ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλϑωσιν δὲ ἰδιῶται ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσϑε;
Verse: 24    
ἐὰν δὲ πάντες προϕητεύωσιν, εἰσέλϑῃ δέ τις ἄπιστος ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
Verse: 25    
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ ϕανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ ϑεῷ, ἀπαγγέλλων ὅτι ῎Οντως ϑεὸς ἐν ὑμῖν ἐστιν.
Verse: 26    
Τί οὖν ἐστιν, ἀδελϕοί; ὅταν συνέρχησϑε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσϑω.
Verse: 27    
εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
Verse: 28    
ἐὰν δὲ μὴ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ ϑεῷ.
Verse: 29    
προϕῆται δὲ δύο τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
Verse: 30    
ἐὰν δὲ ἄλλῳ ἀποκαλυϕϑῇ καϑημένῳ, πρῶτος σιγάτω.
Verse: 31    
δύνασϑε γὰρ καϑ' ἕνα πάντες προϕητεύειν, ἵνα πάντες μανϑάνωσιν καὶ πάντες παρακαλῶνται,
Verse: 32    
καὶ πνεύματα προϕητῶν προϕήταις ὑποτάσσεται·
Verse: 33    
οὐ γάρ ἐστιν ἀκαταστασίας ϑεὸς ἀλλὰ εἰρήνης. ῾Ως ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων,
Verse: 34    
αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσϑωσαν, καϑὼς καὶ νόμος λέγει.
Verse: 35    
εἰ δέ τι μαϑεῖν ϑέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
Verse: 36    
ἀϕ' ὑμῶν λόγος τοῦ ϑεοῦ ἐξῆλϑεν, εἰς ὑμᾶς μόνους κατήντησεν;
Verse: 37    
Εἴ τις δοκεῖ προϕήτης εἶναι πνευματικός, ἐπιγινωσκέτω γράϕω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή·
Verse: 38    
εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.
Verse: 39    
ὥστε, ἀδελϕοί [μου], ζηλοῦτε τὸ προϕητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις·
Verse: 40    
πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσϑω.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.