TITUS
Novum Testamentum graece
Part No. 166
Previous part

Chapter: 2 
Verse: 1    ῎Επειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς ῾Ιεροσόλυμα μετὰ Βαρναβᾶ, συμπαραλαβὼν καὶ Τίτον·
Verse: 2    
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεϑέμην αὐτοῖς τὸ εὐαγγέλιον κηρύσσω ἐν τοῖς ἔϑνεσιν, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἔδραμον.
Verse: 3    
ἀλλ' οὐδὲ Τίτος σὺν ἐμοί, ῞Ελλην ὤν, ἠναγκάσϑη περιτμηϑῆναι·
Verse: 4    
διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλϕους, οἵτινες παρεισῆλϑον κατασκοπῆσαι τὴν ἐλευϑερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ ᾽Ιησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν·
Verse: 5    
οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἀλήϑεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
Verse: 6    
ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαϕέρει· πρόσωπον [ὁ] ϑεὸς ἀνϑρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέϑεντο,
Verse: 7    
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καϑὼς Πέτρος τῆς περιτομῆς,
Verse: 8    
γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔϑνη,
Verse: 9    
καὶ γνόντες τὴν χάριν τὴν δοϑεῖσάν μοι, ᾽Ιάκωβος καὶ Κηϕᾶς καὶ ᾽Ιωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔϑνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
Verse: 10    
μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
Verse: 11    
῞Οτε δὲ ἦλϑεν Κηϕᾶς εἰς ᾽Αντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
Verse: 12    
πρὸ τοῦ γὰρ ἐλϑεῖν τινας ἀπὸ ᾽Ιακώβου μετὰ τῶν ἐϑνῶν συνήσϑιεν· ὅτε δὲ ἦλϑον, ὑπέστελλεν καὶ ἀϕώριζεν ἑαυτόν, ϕοβούμενος τοὺς ἐκ περιτομῆς.
Verse: 13    
καὶ συνυπεκρίϑησαν αὐτῷ [καὶ] οἱ λοιποὶ ᾽Ιουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχϑη αὐτῶν τῇ ὑποκρίσει.
Verse: 14    
ἀλλ' ὅτε εἶδον ὅτι οὐκ ὀρϑοποδοῦσιν πρὸς τὴν ἀλήϑειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηϕᾷ ἔμπροσϑεν πάντων, Εἰ σὺ ᾽Ιουδαῖος ὑπάρχων ἐϑνικῶς καὶ οὐχὶ ᾽Ιουδαϊκῶς ζῇς, πῶς τὰ ἔϑνη ἀναγκάζεις ᾽Ιουδαίζειν;
Verse: 15    
῾Ημεῖς ϕύσει ᾽Ιουδαῖοι καὶ οὐκ ἐξ ἐϑνῶν ἁμαρτωλοί,
Verse: 16    
εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνϑρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωϑῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωϑήσεται πᾶσασάρξ.
Verse: 17    
εἰ δὲ ζητοῦντες δικαιωϑῆναι ἐν Χριστῷ εὑρέϑημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
Verse: 18    
εἰ γὰρ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω.
Verse: 19    
ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέϑανον ἵνα ϑεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι·
Verse: 20    
ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ ϑεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Verse: 21    
οὐκ ἀϑετῶ τὴν χάριν τοῦ ϑεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέϑανεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.