TITUS
Novum Testamentum graece
Part No. 177
Previous part

Book: Phil. 
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ

Epistola beati Pauli apostoli ad Philippenses




Chapter: 1 
Verse: 1    Παῦλος καὶ Τιμόϑεος δοῦλοι Χριστοῦ ᾽Ιησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ ᾽Ιησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
Verse: 2    
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 3    
Εὐχαριστῶ τῷ ϑεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
Verse: 4    
πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
Verse: 5    
ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
Verse: 6    
πεποιϑὼς αὐτὸ τοῦτο, ὅτι ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαϑὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ ᾽Ιησοῦ·
Verse: 7    
καϑώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο ϕρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
Verse: 8    
μάρτυς γάρ μου ϑεός, ὡς ἐπιποϑῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ ᾽Ιησοῦ.
Verse: 9    
καὶ τοῦτο προσεύχομαι, ἵνα ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσϑήσει,
Verse: 10    
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαϕέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
Verse: 11    
πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ ᾽Ιησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον ϑεοῦ.
Verse: 12    
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελϕοί, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυϑεν,
Verse: 13    
ὥστε τοὺς δεσμούς μου ϕανεροὺς ἐν Χριστῷ γενέσϑαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
Verse: 14    
καὶ τοὺς πλείονας τῶν ἀδελϕῶν ἐν κυρίῳ πεποιϑότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀϕόβως τὸν λόγον λαλεῖν.
Verse: 15    
Τινὲς μὲν καὶ διὰ ϕϑόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
Verse: 16    
οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι,
Verse: 17    
οἱ δὲ ἐξ ἐριϑείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι ϑλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
Verse: 18    
τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προϕάσει εἴτε ἀληϑείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι,
Verse: 19    
οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος ᾽Ιησοῦ Χριστοῦ,
Verse: 20    
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνϑήσομαι, ἀλλ' ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνϑήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ ϑανάτου.
Verse: 21    
ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποϑανεῖν κέρδος.
Verse: 22    
εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
Verse: 23    
συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιϑυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ [γὰρ] μᾶλλον κρεῖσσον·
Verse: 24    
τὸ δὲ ἐπιμένειν [ἐν] τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς.
Verse: 25    
καὶ τοῦτο πεποιϑὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
Verse: 26    
ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ ᾽Ιησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
Verse: 27    
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσϑε, ἵνα εἴτε ἐλϑὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναϑλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
Verse: 28    
καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ ϑεοῦ·
Verse: 29    
ὅτι ὑμῖν ἐχαρίσϑη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,
Verse: 30    
τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.