TITUS
Novum Testamentum graece
Part No. 205
Previous part

Chapter: 3 
Verse: 1    ῾Υπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
Verse: 2    
μηδένα βλασϕημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραύτητα πρὸς πάντας ἀνθρώπους.
Verse: 3    
῏Ημεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ ϕθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
Verse: 4    
ὅτε δὲ χρηστότης καὶ ϕιλανθρωπία ἐπεϕάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
Verse: 5    
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
Verse: 6    
οὗ ἐξέχεεν ἐϕ' ἡμᾶς πλουσίως διὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
Verse: 7    
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου.
Verse: 8    
Πιστὸς λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα ϕροντίζωσιν καλῶν ἔργων προίστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠϕέλιμα τοῖς ἀνθρώποις·
Verse: 9    
μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιίστασο, εἰσὶν γὰρ ἀνωϕελεῖς καὶ μάταιοι.
Verse: 10    
αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
Verse: 11    
εἰδὼς ὅτι ἐξέστραπται τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
Verse: 12    
῞Οταν πέμψω ᾽Αρτεμᾶν πρὸς σὲ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
Verse: 13    
Ζηνᾶν τὸν νομικὸν καὶ ᾽Απολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
Verse: 14    
μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προίστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
Verse: 15    
᾽Ασπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. ῎Ασπασαι τοὺς ϕιλοῦντας ἡμᾶς ἐν πίστει. χάρις μετὰ πάντων ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.