TITUS
Novum Testamentum graece
Part No. 235
Previous part

Chapter: 3 
Verse: 1    ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν πατὴρ ἵνα τέκνα ϑεοῦ κληϑῶμεν· καὶ ἐσμέν. διὰ τοῦτο κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν.
Verse: 2    
᾽Αγαπητοί, νῦν τέκνα ϑεοῦ ἐσμεν, καὶ οὔπω ἐϕανερώϑη τί ἐσόμεϑα. οἴδαμεν ὅτι ἐὰν ϕανερωϑῇ ὅμοιοι αὐτῷ ἐσόμεϑα, ὅτι ὀψόμεϑα αὐτὸν καϑώς ἐστιν.
Verse: 3    
καὶ πᾶς ἔχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτῷ ἁγνίζει ἑαυτὸν καϑὼς ἐκεῖνος ἁγνός ἐστιν.
Verse: 4    
Πᾶς ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἀνομία.
Verse: 5    
καὶ οἴδατε ὅτι ἐκεῖνος ἐϕανερώϑη ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
Verse: 6    
πᾶς ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.
Verse: 7    
Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καϑὼς ἐκεῖνος δίκαιός ἐστιν·
Verse: 8    
ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ' ἀρχῆς διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐϕανερώϑη υἱὸς τοῦ ϑεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
Verse: 9    
Πᾶς γεγεννημένος ἐκ τοῦ ϑεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ ϑεοῦ γεγέννηται.
Verse: 10    
ἐν τούτῳ ϕανερά ἐστιν τὰ τέκνα τοῦ ϑεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ ϑεοῦ, καὶ μὴ ἀγαπῶν τὸν ἀδελϕὸν αὐτοῦ.
Verse: 11    
῞Οτι αὕτη ἐστὶν ἀγγελία ἣν ἠκούσατε ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους·
Verse: 12    
οὐ καϑὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσϕαξεν τὸν ἀδελϕὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσϕαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελϕοῦ αὐτοῦ δίκαια.
Verse: 13    
[καὶ] μὴ ϑαυμάζετε, ἀδελϕοί, εἰ μισεῖ ὑμᾶς κόσμος.
Verse: 14    
ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ ϑανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελϕούς· μὴ ἀγαπῶν μένει ἐν τῷ ϑανάτῳ.
Verse: 15    
πᾶς μισῶν τὸν ἀδελϕὸν αὐτοῦ ἀνϑρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνϑρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.
Verse: 16    
ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔϑηκεν· καὶ ἡμεῖς ὀϕείλομεν ὑπὲρ τῶν ἀδελϕῶν τὰς ψυχὰς ϑεῖναι.
Verse: 17    
ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ ϑεωρῇ τὸν ἀδελϕὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ' αὐτοῦ, πῶς ἀγάπη τοῦ ϑεοῦ μένει ἐν αὐτῷ;
Verse: 18    
Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληϑείᾳ.
Verse: 19    
[Καὶ] ἐν τούτῳ γνωσόμεϑα ὅτι ἐκ τῆς ἀληϑείας ἐσμέν, καὶ ἔμπροσϑεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν
Verse: 20    
ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν καρδία, ὅτι μείζων ἐστὶν ϑεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
Verse: 21    
᾽Αγαπητοί, ἐὰν καρδία μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν ϑεόν,
Verse: 22    
καὶ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
Verse: 23    
καὶ αὕτη ἐστὶν ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ ᾽Ιησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καϑὼς ἔδωκεν ἐντολὴν ἡμῖν.
Verse: 24    
καὶ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.