TITUS
Novum Testamentum graece
Part No. 242
Previous part

Chapter: 2 
Verse: 1    Τῷ ἀγγέλῳ τῆς ἐν ᾽Εϕέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
Verse: 2    
Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
Verse: 3    
καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακες.
Verse: 4    
ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀϕῆκες.
Verse: 5    
μνημόνευε οὖν πόϑεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
Verse: 6    
ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, κἀγὼ μισῶ.
Verse: 7    
ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ ϕαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ἐστιν ἐν τῷ παραδείσῳ τοῦ ϑεοῦ.
Verse: 8    
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει πρῶτος καὶ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
Verse: 9    
Οἶδά σου τὴν ϑλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασϕημίαν ἐκ τῶν λεγόντων ᾽Ιουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
Verse: 10    
μηδὲν ϕοβοῦ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν διάβολος ἐξ ὑμῶν εἰς ϕυλακὴν ἵνα πειρασϑῆτε, καὶ ἕξετε ϑλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι ϑανάτου, καὶ δώσω σοι τὸν στέϕανον τῆς ζωῆς.
Verse: 11    
ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. νικῶν οὐ μὴ ἀδικηϑῇ ἐκ τοῦ ϑανάτου τοῦ δευτέρου.
Verse: 12    
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ἔχων τὴν ῥομϕαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
Verse: 13    
Οἶδα ποῦ κατοικεῖς, ὅπου ϑρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ᾽Αντιπᾶς μάρτυς μου πιστός μου, ὃς ἀπεκτάνϑη παρ' ὑμῖν, ὅπου Σατανᾶς κατοικεῖ.
Verse: 14    
ἀλλ' ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν ᾽Ισραήλ, ϕαγεῖν εἰδωλόϑυτα καὶ πορνεῦσαι·
Verse: 15    
οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν Νικολαϊτῶν ὁμοίως.
Verse: 16    
μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ' αὐτῶν ἐν τῇ ῥομϕαίᾳ τοῦ στόματός μου.
Verse: 17    
ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆϕον λευκὴν καὶ ἐπὶ τὴν ψῆϕον ὄνομα καινὸν γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ λαμβάνων.
Verse: 18    
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατίροις ἐκκλησίας γράψον· Τάδε λέγει υἱὸς τοῦ ϑεοῦ, ἔχων τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ὡς ϕλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
Verse: 19    
Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Verse: 20    
ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀϕεῖς τὴν γυναῖκα ᾽Ιεζάβελ, λέγουσα ἑαυτὴν προϕῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ ϕαγεῖν εἰδωλόϑυτα.
Verse: 21    
καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ ϑέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
Verse: 22    
ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ' αὐτῆς εἰς ϑλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς·
Verse: 23    
καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν ϑανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ἐραυνῶν νεϕροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
Verse: 24    
ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατίροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαϑέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐϕ' ὑμᾶς ἄλλο βάρος·
Verse: 25    
πλὴν ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
Verse: 26    
καὶ νικῶν καὶ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐϑνῶν,
Verse: 27    
καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται,
Verse: 28    
ὡς κἀγὼ εἴληϕα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
Verse: 29    
ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.