TITUS
Novum Testamentum graece
Part No. 244
Previous part

Chapter: 4 
Verse: 1    Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ϑύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ϕωνὴ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμοῦ λέγων, ᾽Ανάβα ὧδε, καὶ δείξω σοι δεῖ γενέσϑαι μετὰ ταῦτα.
Verse: 2    
εὐϑέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ ϑρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν ϑρόνον καϑήμενος,
Verse: 3    
καὶ καϑήμενος ὅμοιος ὁράσει λίϑῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόϑεν τοῦ ϑρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.
Verse: 4    
καὶ κυκλόϑεν τοῦ ϑρόνου ϑρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ϑρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καϑημένους περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεϕαλὰς αὐτῶν στεϕάνους χρυσοῦς.
Verse: 5    
καὶ ἐκ τοῦ ϑρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ ϕωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ ϑρόνου, εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ ϑεοῦ,
Verse: 6    
καὶ ἐνώπιον τοῦ ϑρόνου ὡς ϑάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ ϑρόνου καὶ κύκλῳ τοῦ ϑρόνου τέσσαρα ζῷα γέμοντα ὀϕϑαλμῶν ἔμπροσϑεν καὶ ὄπισϑεν·
Verse: 7    
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερονζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτονζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνϑρώπου, καὶ τὸ τέταρτονζῷον ὅμοιον ἀετῷ   πετομένῳ.
Verse: 8    
καὶ τὰ τέσσαρα ζῷα, ἓν καϑ' ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόϑεν καὶ ἔσωϑεν γέμουσιν ὀϕϑαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, ῞Αγιος ἅγιος ἅγιος κύριος ϑεὸς παντοκράτωρ, ἦν καὶ ὢν καὶ ἐρχόμενος.
Verse: 9    
καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καϑημένῳ ἐπὶ τοῦ ϑρόνου τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
Verse: 10    
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καϑημένου ἐπὶ τοῦ ϑρόνου καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεϕάνους αὐτῶν ἐνώπιον τοῦ ϑρόνου λέγοντες,
Verse: 11    
῎Αξιος εἶ, κύριος καὶ ϑεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ ϑέλημά σου ἦσαν καὶ ἐκτίσϑησαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.