TITUS
Novum Testamentum graece
Part No. 256
Previous part

Chapter: 16 
Verse: 1    Καὶ ἤκουσα μεγάλης ϕωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, ῾Υπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ ϕιάλας τοῦ ϑυμοῦ τοῦ ϑεοῦ εἰς τὴν γῆν.
Verse: 2    
Καὶ ἀπῆλϑεν πρῶτος καὶ ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνϑρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ ϑηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Verse: 3    
Καὶ δεύτερος ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ εἰς τὴν ϑάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέϑανεν, τὰ ἐν τῇ ϑαλάσσῃ.
Verse: 4    
Καὶ τρίτος ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
Verse: 5    
καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ, ὢν καὶ ἦν, ὅσιος, ὅτι ταῦτα ἔκρινας,
Verse: 6    
ὅτι αἷμα ἁγίων καὶ προϕητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν· ἄξιοί εἰσιν.
Verse: 7    
καὶ ἤκουσα τοῦ ϑυσιαστηρίου λέγοντος, Ναί, κύριε ϑεὸς παντοκράτωρ, ἀληϑιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
Verse: 8    
Καὶ τέταρτος ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόϑη αὐτῷ καυματίσαι τοὺς ἀνϑρώπους ἐν πυρί.
Verse: 9    
καὶ ἐκαυματίσϑησαν οἱ ἄνϑρωποι καῦμα μέγα, καὶ ἐβλασϕήμησαν τὸ ὄνομα τοῦ ϑεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
Verse: 10    
Καὶ πέμπτος ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ ἐπὶ τὸν ϑρόνον τοῦ ϑηρίου· καὶ ἐγένετο βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
Verse: 11    
καὶ ἐβλασϕήμησαν τὸν ϑεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
Verse: 12    
Καὶ ἕκτος ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐϕράτην· καὶ ἐξηράνϑη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασϑῇ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
Verse: 13    
Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ ϑηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροϕήτου πνεύματα τρία ἀκάϑαρτα ὡς βάτραχοι·
Verse: 14    
εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς μεγάλης ἡμέρας τοῦ ϑεοῦ τοῦ παντοκράτορος.
Verse: 15    
᾽Ιδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.
Verse: 16    
καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ῾Εβραϊστὶ ῾Αρμαγεδών.
Verse: 17    
Καὶ ἕβδομος ἐξέχεεν τὴν ϕιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλϑεν ϕωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ ϑρόνου λέγουσα, Γέγονεν.
Verse: 18    
καὶ ἐγένοντο ἀστραπαὶ καὶ ϕωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας οἷος οὐκ ἐγένετο ἀϕ' οὗ ἄνϑρωπος ἐγένετο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας.
Verse: 19    
καὶ ἐγένετο πόλις μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐϑνῶν ἔπεσαν. καὶ Βαβυλὼν μεγάλη ἐμνήσϑη ἐνώπιον τοῦ ϑεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ ϑυμοῦ τῆς ὀργῆς αὐτοῦ.
Verse: 20    
καὶ πᾶσα νῆσος ἔϕυγεν, καὶ ὄρη οὐχ εὑρέϑησαν.
Verse: 21    
καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνϑρώπους· καὶ ἐβλασϕήμησαν οἱ ἄνϑρωποι τὸν ϑεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν πληγὴ αὐτῆς σϕόδρα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.