TITUS
Author: Hom. 
Homer
Book: Od. 
Odyssee


On the basis of the edition by
Arthur Ludwich,
Homeri Odyssea,
vol. 1-2,
Lipsiae 1889-1891

electronically prepared by
Marina Benedetti,
Siena 2000;
TITUS version by J. Gippert,
Frankfurt a/M, 20.1.2001 / 29.10.2007




Chapter: 1    
ΟΔΥΣΣΕΙΑΣ Α


Verse: 1       ῎Ανδρά μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
Verse: 2    
πλάγχϑη, ἐπεὶ Τροίης ἱερὸν πτολίεϑρον ἔπερσε·
Verse: 3    
πολλῶν δ' ἀνϑρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
Verse: 4    
πολλὰ δ' γ' ἐν πόντῳ πάϑεν ἄλγεα ὃν κατὰ ϑυμόν,
Verse: 5    
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
Verse: 6    
ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ·
Verse: 7    
αὐτῶν γὰρ σϕετέρῃσιν ἀτασϑαλίῃσιν ὄλοντο,
Verse: 8    
νήπιοι, οἳ κατὰ βοῦς ῾Υπερίονος ᾽Ηελίοιο
Verse: 9    
ἤσϑιον· αὐτὰρ τοῖσιν ἀϕείλετο νόστιμον ἦμαρ.
Verse: 10    
τῶν ἁμόϑεν γε, ϑεά, ϑύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.

Verse: 11       
ἔνϑ' ἄλλοι μὲν πάντες, ὅσοι ϕύγον αἰπὺν ὄλεϑρον,
Verse: 12    
οἴκοι ἔσαν, πόλεμόν τε πεϕευγότες ἠδὲ ϑάλασσαν·
Verse: 13    
τὸν δ' οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
Verse: 14    
Νύμϕη πότνι' ἔρυκε Καλυψώ, δῖα ϑεάων,
Verse: 15    
ἐν σπέσσι γλαϕυροῖσι, λιλαιομένη πόσιν εἶναι.
Verse: 16    
ἀλλ' ὅτε δὴ ἔτος ἦλϑε περιπλομένων ἐνιαυτῶν,
Verse: 17    
τῷ οἱ ἐπεκλώσαντο ϑεοὶ οἶκον δὲ νέεσϑαι
Verse: 18    
εἰς ᾽Ιϑάκην, οὐδ' ἔνϑα πεϕυγμένος ἦεν ἀέϑλων,
Verse: 19    
καὶ μετὰ οἷσι ϕίλοισι. ϑεοὶ δ' ἐλέαιρον ἅπαντες
Verse: 20    
νόσϕι Ποσειδάωνος· δ' ἀσπερχὲς μενέαινεν
Verse: 21    
ἀντιϑέῳ ᾽Οδυσῆι πάρος ἣν γαῖαν ἱκέσϑαι.
Verse: 22    
ἀλλ' μὲν Αἰϑίοπας μετεκίαϑε τηλόϑ' ἐόντας -
Verse: 23    
Αἰϑίοπας, τοὶ διχϑὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
Verse: 24    
οἱ μὲν δυσομένου ῾Υπερίονος, οἱ δ' ἀνιόντος, -
Verse: 25    
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
Verse: 26    
ἔνϑ' γε τέρπετο δαιτὶ παρήμενος: οἱ δὲ δὴ ἄλλοι
Verse: 27    
Ζηνὸς ἐνὶ μεγάροισιν ᾽Ολυμπίου ἁϑρόοι ἦσαν.
Verse: 28    
τοῖσι δὲ μύϑων ἦρχε πατὴρ ἀνδρῶν τε ϑεῶν τε·
Verse: 29    
μνήσατο γὰρ κατὰ ϑυμὸν ἀμύμονος Αἰγίσϑοιο,
Verse: 30    
τόν ϱ' ᾽Αγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' ᾽Ορέστης:
Verse: 31    
τοῦ γ' ἐπιμνησϑεὶς ἔπε' ἀϑανάτοισι μετηύδα·

Verse: 32       
"ὢ πόποι, οἷον δή νυ ϑεοὺς βροτοὶ αἰτιόωνται·
Verse: 33    
ἐξ ἡμέων γάρ ϕασι κάκ' ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ
Verse: 34    
σϕῇσιν ἀτασϑαλίῃσιν ὑπέρμορον ἄλγε' ἔχουσιν·
Verse: 35    
ὡς καὶ νῦν Αἴγισϑος ὑπέρμορον ᾽Ατρείδαο
Verse: 36    
γῆμ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα,
Verse: 37    
εἰδὼς αἰπὺν ὄλεϑρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Verse: 38    
῾Ερμείαν πέμψαντες, ἐύσκοπον ᾽Αργειϕόντην,
Verse: 39    
μήτ' αὐτὸν κτείνειν μήτε μνάασϑαι ἄκοιτιν·
Verse: 40    
ἐκ γὰρ ᾽Ορέσταο τίσις ἔσσεται ᾽Ατρείδαο,
Verse: 41    
ὁππότ' ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
Verse: 42    
ὣς ἔϕαϑ' ῾Ερμείας, ἀλλ' οὐ ϕρένας Αἰγίσϑοιο
Verse: 43    
πεῖϑ' ἀγαϑὰ ϕρονέων· νῦν δ' ἁϑρόα πάντ' ἀπέτισε."

Verse: 44       
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 45       
"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
Verse: 46    
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέϑρῳ·
Verse: 47    
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ϱέζοι.
Verse: 48    
ἀλλά μοι ἀμϕ' ᾽Οδυσῆιὴ δαί:ϕρονι δαίεται ἦτορ,
Verse: 49    
δυσμόρῳ, ὃς δὴ δηϑὰ ϕίλων ἄπο πήματα πάσχει
Verse: 50    
νήσῳ ἐν ἀμϕιρύτῃ, ὅϑι τ' ὀμϕαλός ἐστι ϑαλάσσης,
Verse: 51    
νῆσος δενδρήεσσα, ϑεὰ δ' ἐν δώματα ναίει,
Verse: 52    
῎Ατλαντος ϑυγάτηρ ὀλοόϕρονος, ὅς τε ϑαλάσσης
Verse: 53    
πάσης βένϑεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
Verse: 54    
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμϕὶς ἔχουσι.
Verse: 55    
τοῦ ϑυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
Verse: 56    
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
Verse: 57    
ϑέλγει, ὅπως ᾽Ιϑάκης ἐπιλήσεται· αὐτὰρ ᾽Οδυσσεύς,
Verse: 58    
ἱέμενος καὶ καπνὸν ἀποϑρῴσκοντα νοῆσαι
Verse: 59    
ἧς γαίης, ϑανέειν ἱμείρεται. οὐ δέ νυ σοί περ
Verse: 60    
ἐντρέπεται ϕίλον ἦτορ, ᾽Ολύμπιε. οὔ νύ τ' ᾽Οδυσσεὺς
Verse: 61    
᾽Αργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ϱέζων
Verse: 62    
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;"

Verse: 63       
τὴν δ' ἀπαμειβόμενος προσέϕη νεϕεληγερέτα Ζεύς:

Verse: 64       
"τέκνον ἐμόν, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων.
Verse: 65    
πῶς ἂν ἔπειτ' ᾽Οδυσῆος ἐγὼ ϑείοιο λαϑοίμην;
Verse: 66    
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ ϑεοῖσιν
Verse: 67    
ἀϑανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Verse: 68    
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
Verse: 69    
Κύκλωπος κεχόλωται, ὃν ὀϕϑαλμοῦ ἀλάωσεν,
Verse: 70    
ἀντίϑεον Πολύϕημον, ὅου κράτος ἔσκε μέγιστον
Verse: 71    
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε Νύμϕη,
Verse: 72    
Φόρκυνος ϑυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,
Verse: 73    
ἐν σπέσσι γλαϕυροῖσι Ποσειδάωνι μιγεῖσα.
Verse: 74    
ἐκ τοῦ δὴ ᾽Οδυσῆα Ποσειδάων ἐνοσίχϑων
Verse: 75    
οὔ τι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴης.
Verse: 76    
ἀλλ' ἄγεϑ' ἡμεῖς οἷδε περιϕραζώμεϑα πάντες
Verse: 77    
νόστον, ὅπως ἔλϑῃσι. Ποσειδάων δὲ μεϑήσει
Verse: 78    
ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
Verse: 79    
ἀϑανάτων ἀέκητι ϑεῶν ἐριδαινέμεν οἶος."

Verse: 80       
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 81       
"ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
Verse: 82    
εἰ μὲν δὴ νῦν τοῦτο ϕίλον μακάρεσσι ϑεοῖσι,
Verse: 83    
νοστῆσαι ᾽Οδυσῆα πολύϕρονα ὅν δε δόμον δέ,
Verse: 84    
῾Ερμείαν μὲν ἔπειτα, διάκτορον ᾽Αργειϕόντην,
Verse: 85    
νῆσον ἐς ᾽Ωγυγίην ὀτρύνομεν, ὄϕρα τάχιστα
Verse: 86    
Νύμϕῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
Verse: 87    
νόστον ᾽Οδυσσῆος ταλασίϕρονος, ὥς κε νέηται.
Verse: 88    
αὐτὰρ ἐγὼν ᾽Ιϑάκην δ' ἐσελεύσομαι, ὄϕρά οἱ υἱὸν
Verse: 89    
μᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν ϕρεσὶ ϑείω,
Verse: 90    
εἰς ἀγορὴν καλέσαντα καρηκομόωντας ᾽Αχαιοὺς
Verse: 91    
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
Verse: 92    
μῆλ' ἁδινὰ σϕάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
Verse: 93    
πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαϑόεντα
Verse: 94    
νόστον πευσόμενον πατρὸς ϕίλου, ἤν που ἀκούσῃ,
Verse: 95    
ἠδ' ἵνα μιν κλέος ἐσϑλὸν ἐν ἀνϑρώποισιν ἔχῃσιν."

Verse: 96       
ὣς εἰποῦσ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
Verse: 97    
ἀμβρόσια, χρύσεια, τά μιν ϕέρον ἠμὲν ἐϕ' ὑγρὴν
Verse: 98    
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
Verse: 99    
εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
Verse: 100    
βριϑὺ, μέγα, στιβαρόν, τῷ δάμνῃσι στίχας ἀνδρῶν
Verse: 101    
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Verse: 102    
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀίξασα,
Verse: 103    
στῆ δ' ᾽Ιϑάκης ἐνὶ δήμῳ ἐπὶ προϑύροις ᾽Οδυσῆος,
Verse: 104    
οὐδοῦ ἐπ' αὐλείου, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,
Verse: 105    
εἰδομένη ξείνῳ, Ταϕίων ἡγήτορι, Μέντῃ.
Verse: 106    
εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
Verse: 107    
πεσσοῖσι προπάροιϑε ϑυράων ϑυμὸν ἔτερπον,
Verse: 108    
ἥμενοι ἐν ϱινοῖσι βοῶν, ουἠς ἔκτανον αὐτοί.
Verse: 109    
κήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ ϑεράποντες
Verse: 110    
οἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
Verse: 111    
οἱ δ' αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
Verse: 112    
νίζον καὶ πρότιϑεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.

Verse: 113       
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος ϑεοειδής:
Verse: 114    
ἧστο γὰρ ἐν μνηστῆρσι ϕίλον τετιημένος ἦτορ,
Verse: 115    
ὀσσόμενος πατέρ' ἐσϑλὸν ἐνὶ ϕρεσίν, εἴ ποϑεν ἐλϑὼν
Verse: 116    
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα ϑείη,
Verse: 117    
τιμὴν δ' αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι·
Verse: 118    
τὰ ϕρονέων, μνηστῆρσι μεϑήμενος, εἴσιδ' ᾽Αϑήνην.
Verse: 119    
βῆ δ' ἰϑὺς προϑύροιο, νεμεσσήϑη δ' ἐνὶ ϑυμῷ
Verse: 120    
ξεῖνον δηϑὰ ϑύρῃσιν ἐϕεστάμεν· ἐγγύϑι δὲ στὰς
Verse: 121    
χεῖρ' ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
Verse: 122    
καί μιν ϕωνήσας ἔπεα πτερόεντα προσηύδα·

Verse: 123       
"χαῖρε, ξεῖνε· παρ' ἄμμι ϕιλήσεαι· αὐτὰρ ἔπειτα
Verse: 124    
δείπνου πασσάμενος μυϑήσεαι ὅττεό σε χρή."

Verse: 125       
ὣς εἰπὼν ἡγεῖϑ', δ' ἕσπετο Παλλὰς ᾽Αϑήνη.
Verse: 126    
οἱ δ' ὅτε δή ϱ' ἔντοσϑεν ἔσαν δόμου ὑψηλοῖο,
Verse: 127    
ἔγχος μέν ϱ' ἔστησε ϕέρων πρὸς κίονα μακρὴν
Verse: 128    
δουροδόκης ἔντοσϑεν ἐυξόου, ἔνϑά περ ἄλλα
Verse: 129    
ἔγχε' ᾽Οδυσσῆος ταλασίϕρονος ἵστατο πολλά,
Verse: 130    
αὐτὴν δ' ἐς ϑρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας
Verse: 131    
καλὸν, δαιδάλεον· ὑπὸ δὲ ϑρῆνυς ποσὶν ἦεν.
Verse: 132    
πὰρ δ' αὐτὸς κλισμὸν ϑέτο ποικίλον, ἔκτοϑεν ἄλλων
Verse: 133    
μνηστήρων, μὴ ξεῖνος ἀνιηϑεὶς ὀρυμαγδῷ
Verse: 134    
δείπνῳ ἀδήσειεν, ὑπερϕιάλοισι μετελϑών,
Verse: 135    
ἠδ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
Verse: 136    
χέρνιβα δ' ἀμϕίπολος προχόῳ ἐπέχευε ϕέρουσα
Verse: 137    
καλῇ, χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
Verse: 138    
νίψασϑαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Verse: 139    
σῖτον δ' αἰδοίη ταμίη παρέϑηκε ϕέρουσα,
Verse: 140    
εἴδατα πόλλ' ἐπιϑεῖσα, χαριζομένη παρεόντων·
Verse: 141    
δαιτρὸς δὲ κρειῶν πίνακας παρέϑηκεν ἀείρας
Verse: 142    
παντοίων, παρὰ δέ σϕι τίϑει χρύσεια κύπελλα·
Verse: 143    
κῆρυξ δ' αὐτοῖσιν ϑάμ' ἐπῴχετο οἰνοχοεύων.

Verse: 144       
ἐς δ' ἦλϑον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
Verse: 145    
ἑξείης ἕζοντο κατὰ κλισμούς τε ϑρόνους τε,
Verse: 146    
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
Verse: 147    
σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισι,
Verse: 148    
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
Verse: 149    
οἱ δ' ἐπ' ὀνείαϑ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Verse: 150    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
Verse: 151    
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ ϕρεσὶν ἄλλα μεμήλει,
Verse: 152    
μολπή τ' ὀρχηστύς τε· τὰ γάρ τ' ἀναϑήματα δαιτός.
Verse: 153    
κῆρυξ δ' ἐν χερσὶν κίϑαριν περικαλλέα ϑῆκε
Verse: 154    
Φημίῳ, ὅς ϱ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
Verse: 155    
ἤτοι ϕορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,
Verse: 156    
αὐτὰρ Τηλέμαχος προσέϕη γλαυκῶπιν ᾽Αϑήνην,
Verse: 157    
ἄγχι σχὼν κεϕαλήν, ἵνα μὴ πευϑοίαϑ' οἱ ἄλλοι·

Verse: 158       
"ξεῖνε ϕίλ', καί μοι νεμεσήσεαι ὅττί κεν εἴπω;
Verse: 159    
τούτοισιν μὲν ταῦτα μέλει, κίϑαρις καὶ ἀοιδή,
Verse: 160    
ϱεῖ', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
Verse: 161    
ἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύϑεται ὄμβρῳ
Verse: 162    
κείμεν' ἐπ' ἠπείρου, εἰν ἁλὶ κῦμα κυλίνδει.
Verse: 163    
εἰ κεῖνόν γ' ᾽Ιϑάκην δὲ ἰδοίατο νοστήσαντα,
Verse: 164    
πάντές κ' ἀρησαίατ' ἐλαϕρότεροι πόδας εἶναι
Verse: 165    
ἀϕνειότεροι χρυσοῖό τε ἐσϑῆτός τε.
Verse: 166    
νῦν δ' μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐ δέ τις ἥμιν
Verse: 167    
ϑαλπωρή, εἴ πέρ τις ἐπιχϑονίων ἀνϑρώπων
Verse: 168    
ϕῇσιν ἐλεύσεσϑαι· τοῦ δ' ὤλετο νόστιμον ἦμαρ.
Verse: 169    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
Verse: 170    
τίς, πόϑεν εἰς ἀνδρῶν; πόϑι τοι πόλις ἠδὲ τοκῆες...
Verse: 171    
ὁπποίης τ' ἐπὶ νηὸς ἀϕίκεο· πῶς δέ σε ναῦται
Verse: 172    
ἤγαγον εἰς ᾽Ιϑάκην; τίνες ἔμμεναι εὐχετόωντο;
Verse: 173    
οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνϑάδ' ἱκέσϑαι.
Verse: 174    
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄϕρ' ἔυ εἰδῶ,
Verse: 175    
ἠὲ νέον μεϑέπεις καὶ πατρώιός ἐσσι
Verse: 176    
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
Verse: 177    
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροϕος ἦν ἀνϑρώπων."

Verse: 178       
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 179       
"τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 180    
Μέντης ᾽Αγχιάλοιο δαί:ϕρονος εὔχομαι εἶναι
Verse: 181    
υἱός, ἀτὰρ Ταϕίοισι ϕιληρέτμοισιν ἀνάσσω.
Verse: 182    
νῦν δ' ὧδε ξὺν νηὶ κατήλυϑον ἠδ' ἑτάροισι,
Verse: 183    
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ' ἀλλοϑρόους ἀνϑρώπους,
Verse: 184    
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ' αἴϑωνα σίδηρον.
Verse: 185    
νηῦς δέ μοι ἧδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσϕι πόληος,
Verse: 186    
ἐν λιμένι ῾Ρείϑρῳ, ὑπὸ Νηίῳ ὑλήεντι.
Verse: 187    
ξεῖνοι δ' ἀλλήλων πατρώιοι εὐχόμεϑ' εἶναι
Verse: 188    
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ' εἴρηαι ἐπελϑὼν
Verse: 189    
Λαέρτην ἥρωα, τὸν οὐκέτι ϕασὶ πόλιν δὲ
Verse: 190    
ἔρχεσϑ', ἀλλ' ἀπάνευϑεν ἐπ' ἀγροῦ πήματα πάσχειν
Verse: 191    
γρηὶ σὺν ἀμϕιπόλῳ, οἱ βρῶσίν τε πόσιν τε
Verse: 192    
παρτιϑεῖ, εὖτ' ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
Verse: 193    
ἑρπύζοντ' ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
Verse: 194    
νῦν δ' ἦλϑον· δὴ γάρ μιν ἔϕαντ' ἐπιδήμιον εἶναι,
Verse: 195    
σὸν πατέρἀλλά νυ τόν γε ϑεοὶ βλάπτουσι κελεύϑου.
Verse: 196    
οὐ γάρ πω τέϑνηκεν ἐπὶ χϑονὶ δῖος ᾽Οδυσσεύς,
Verse: 197    
ἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
Verse: 198    
νήσῳ ἐν ἀμϕιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,
Verse: 199    
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ' ἀέκοντα.
Verse: 200    
αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ ϑυμῷ
Verse: 201    
ἀϑάνατοι βάλλουσι καὶ ὡς τελέεσϑαι ὀίω,
Verse: 202    
οὔτέ τι μάντις ἐὼν οὔτ' οἰωνῶν σάϕα εἰδώς.
Verse: 203    
οὔ τοι ἔτι δηρόν γε ϕίλης ἀπὸ πατρίδος αἴης
Verse: 204    
ἔσσεται, οὐδ' εἴ πέρ τε σιδήρεα δέσματ' ἔχῃσι·
Verse: 205    
ϕράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
Verse: 206    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Verse: 207    
εἰ δὴ ἐξ αὐτοῖο τόσος παῖς εἰς ᾽Οδυσῆος.
Verse: 208    
αἰνῶς μὲν κεϕαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
Verse: 209    
κείνῳ, ἐπεὶ ϑαμὰ τοῖον ἐμισγόμεϑ' ἀλλήλοισι,
Verse: 210    
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνϑά περ ἄλλοι
Verse: 211    
᾽Αργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
Verse: 212    
ἐκ τοῦ δ' οὔτ' ᾽Οδυσῆα ἐγὼν ἴδον οὔτ' ἐμὲ κεῖνος."

Verse: 213       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 214       
"τοὶ γὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Verse: 215    
μήτηρ μέν τέ μέ ϕησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε
Verse: 216    
οὐκ οἶδοὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
Verse: 217    
ὡς δὴ ἔγωγ' ὄϕελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
Verse: 218    
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμε.
Verse: 219    
νῦν δ', ὃς ἀποτμότατος γένετο ϑνητῶν ἀνϑρώπων,
Verse: 220    
τοῦ μ' ἔκ ϕασι γενέσϑαι, ἐπεὶ σύ με τοῦτ' ἐρεείνεις."

Verse: 221       
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 222       
"οὐ μέν τοι γενεήν γε ϑεοὶ νώνυμνον ὀπίσσω
Verse: 223    
ϑῆκαν, ἐπεὶ σέγε τοῖον ἐγείνατο Πηνελόπεια.
Verse: 224    
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
Verse: 225    
τίς δαίς, τίς δαὶ ὅμιλος ὅδ' ἔπλετο; τίπτε δέ σε χρεώ;
Verse: 226    
εἰλαπίνη ἦε γάμος... ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν.
Verse: 227    
ὥς τέ μοι ὑβρίζοντες ὑπερϕιάλως δοκέουσι
Verse: 228    
δαίνυσϑαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
Verse: 229    
αἴσχεα πόλλ' ὁρόων, ὅς τις πινυτός γε μετέλϑοι."

Verse: 230       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 231       
"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
Verse: 232    
μέλλεν μέν ποτε οἶκος ὅδ' ἀϕνειὸς καὶ ἀμύμων
Verse: 233    
ἔμμεναι, ὄϕρ' ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
Verse: 234    
νῦν δ' ἑτέρως ἐβόλοντο ϑεοὶ κακὰ μητιόωντες,
Verse: 235    
οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
Verse: 236    
ἀνϑρώπων, ἐπεὶ οὔ κε ϑανόντί περ ὧδ' ἀκαχοίμην,
Verse: 237    
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ
Verse: 238    
ἠὲ ϕίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
Verse: 239    
τῶ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
Verse: 240    
ἠδέ κε καὶ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.
Verse: 241    
νῦν δέ μιν ἀκλειῶς ῞Αρπυιαι ἀνηρείψαντο·
Verse: 242    
οἴχετ' ἄιστος, ἄπυστος, ἐμοὶ δ' ὀδύνας τε γόους τε
Verse: 243    
κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
Verse: 244    
οἶον, ἐπεί νύ μοι ἄλλα ϑεοὶ κακὰ κήδε' ἔτευξαν·
Verse: 245    
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Verse: 246    
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνϑῳ,
Verse: 247    
ἠδ' ὅσσοι κραναὴν ᾽Ιϑάκην κάτα κοιρανέουσι,
Verse: 248    
τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
Verse: 249    
δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
Verse: 250    
ποιῆσαι δύναται· τοὶ δὲ ϕϑινύϑουσιν ἔδοντες
Verse: 251    
οἶκον ἐμόν· τάχα δή με διαραίσουσι καὶ αὐτόν."

Verse: 252       
τὸν δ' ἐπαλαστήσασα προσηύδα Παλλὰς ᾽Αϑήνη·

Verse: 253       
"ὢ πόποι, δὴ πολλὸν ἀποιχομένου ᾽Οδυσῆος
Verse: 254    
δεύῃ, κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐϕείη.
Verse: 255    
εἰ γὰρ νῦν ἐλϑὼν δόμου ἐν πρώτῃσι ϑύρῃσι
Verse: 256    
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
Verse: 257    
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ' ἐνόησα
Verse: 258    
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
Verse: 259    
ἐξ ᾽Εϕύρης ἀνιόντα παρ' ῎Ιλου Μερμερίδαο
Verse: 260    
ᾤχετο γὰρ καὶ κεῖσε ϑοῆς ἐπὶ νηὸς ᾽Οδυσσεὺς
Verse: 261    
ϕάρμακον ἀνδροϕόνον διζήμενος, ὄϕρά οἱ εἴη
Verse: 262    
ἰοὺς χρίεσϑαι χαλκήρεας: ἀλλ' μὲν οὔ οἱ
Verse: 263    
δῶκεν, ἐπεί ϱα ϑεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
Verse: 264    
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: ϕιλέεσκε γὰρ αἰνῶς ·
Verse: 265    
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν ᾽Οδυσσεύς:
Verse: 266    
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
Verse: 267    
ἀλλ' ἤτοι μὲν ταῦτα ϑεῶν ἐν γούνασι κεῖται,
Verse: 268    
κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
Verse: 269    
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ ϕράζεσϑαι ἄνωγα,
Verse: 270    
ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
Verse: 271    
εἰ δ' ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύϑων·
Verse: 272    
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας ᾽Αχαιοὺς
Verse: 273    
μῦϑον πέϕραδε πᾶσι, ϑεοὶ δ' ἐπὶ μάρτυροι ἔστων.
Verse: 274    
μνηστῆρας μὲν ἐπὶ σϕέτερα σκίδνασϑαι ἄνωχϑι,
Verse: 275    
μητέρα δ', εἴ οἱ ϑυμὸς ἐϕορμᾶται γαμέεσϑαι,
Verse: 276    
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
Verse: 277    
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
Verse: 278    
πολλὰ μάλ', ὅσσα ἔοικε ϕίλης ἐπὶ παιδὸς ἕπεσϑαι.
Verse: 279    
σοὶ δ' αὐτῷ πυκινῶς ὑποϑήσομαι, αἴ κε πίϑηαι·
Verse: 280    
νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν, τις ἀρίστη,
Verse: 281    
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
Verse: 282    
ἤν τίς τοι εἴπῃσι βροτῶν, ὄσσαν ἀκούσῃς
Verse: 283    
ἐκ Διός, τε μάλιστα ϕέρει κλέος ἀνϑρώποισι.
Verse: 284    
πρῶτα μὲν ἐς Πύλον ἐλϑὲ καὶ εἴρεο Νέστορα δῖον,
Verse: 285    
κεῖϑεν δὲ Σπάρτην δὲ παρὰ ξανϑὸν Μενέλαον·
Verse: 286    
ὃς γὰρ δεύτατος ἦλϑεν ᾽Αχαιῶν χαλκοχιτώνων.
Verse: 287    
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
Verse: 288    
τ' ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
Verse: 289    
εἰ δέ κε τεϑνηῶτος ἀκούσῃς μηδ' ἔτ' ἐόντος,
Verse: 290    
νοστήσας δὴ ἔπειτα ϕίλην ἐς πατρίδα γαῖαν
Verse: 291    
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεί:ξαι
Verse: 292    
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
Verse: 293    
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἕρξῃς,
Verse: 294    
ϕράζεσϑαι δὴ ἔπειτα κατὰ ϕρένα καὶ κατὰ ϑυμόν,
Verse: 295    
ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
Verse: 296    
κτείνῃς ἠὲ δόλῳ ἀμϕαδόν. οὐδέ τί σε χρὴ
Verse: 297    
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.
Verse: 298    
οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος ᾽Ορέστης
Verse: 299    
πάντας ἐπ' ἀνϑρώπους, ἐπεὶ ἔκτανε πατροϕονῆα,
Verse: 300    
Αἴγισϑον δολόμητιν, οἱ πατέρα κλυτὸν ἔκτα;
Verse: 301    
καὶ σύ, ϕίλος, - μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε-
Verse: 302    
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἔυ εἴπῃ.
Verse: 303    
αὐτὰρ ἐγὼν ἐπὶ νῆα ϑοὴν κατελεύσομαι ἤδη
Verse: 304    
ἠδ' ἑτάρους, οἵ που με μάλ' ἀσχαλόωσι μένοντες:
Verse: 305    
σοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύϑων."

Verse: 306       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 307       
"ξεῖν', ἤτοι μὲν ταῦτα ϕίλα ϕρονέων ἀγορεύεις,
Verse: 308    
ὥς τε πατὴρ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
Verse: 309    
ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο,
Verse: 310    
ὄϕρα λοεσσάμενός τε τεταρπόμενός τε ϕίλον κῆρ,
Verse: 311    
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ ϑυμῷ,
Verse: 312    
τιμῆεν, μάλα καλόν, τοι κειμήλιον ἔσται
Verse: 313    
ἐξ ἐμεῦ, οἷα ϕίλοι ξεῖνοι ξείνοισι διδοῦσι."

Verse: 314       
τὸν δ' ἠμείβετ' ἔπειτα ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 315       
"μή μ' ἔτι νῦν κατέρυκε λιλαιόμενόν περ ὁδοῖο.
Verse: 316    
δῶρον δ' ὅττί κέ μοι δοῦναι ϕίλον ἦτορ ἀνώγῃ,
Verse: 317    
αὖτις ἀνερχομένῳ δόμεναι οἶκον δὲ ϕέρεσϑαι,
Verse: 318    
καὶ μάλα καλὸν ἑλών· σοὶ δ' ἄξιον ἔσται ἀμοιβῆς."

Verse: 319       
μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη,
Verse: 320    
ὄρνις δ' ὣς ἀνόπαια διέπτατο· τῷ δ' ἐνὶ ϑυμῷ
Verse: 321    
ϑῆκε μένος καὶ ϑάρσος, ὑπέμνησέν τέ πατρὸς
Verse: 322    
μᾶλλον ἔτ' τὸ πάροιϑεν. δὲ ϕρεσὶν ᾗσι νοήσας
Verse: 323    
ϑάμβησεν κατὰ ϑυμόν· ὀίσατο γὰρ ϑεὸν εἶναι.
Verse: 324    
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόϑεος ϕώς.

Verse: 325       
τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
Verse: 326    
εἵατ' ἀκούοντες. δ' ᾽Αχαιῶν νόστον ἄειδε
Verse: 327    
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς ᾽Αϑήνη.
Verse: 328    
τοῦ δ' ὑπερωιόϑεν ϕρεσὶ σύνϑετο ϑέσπιν ἀοιδὴν
Verse: 329    
κούρη ᾽Ικαρίοιο, περίϕρων Πηνελόπεια·
Verse: 330    
κλίμακα δ' ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
Verse: 331    
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμϕίπολοι δύ' ἕποντο.
Verse: 332    
δ' ὅτε δὴ μνηστῆρας ἀϕίκετο δῖα γυναικῶν,
Verse: 333    
στῆ ϱα παρὰ σταϑμὸν τέγεος πύκα ποιητοῖο,
Verse: 334    
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
Verse: 335    
ἀμϕίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερϑε παρέστη.
Verse: 336    
δακρύσασα δ' ἔπειτα προσηύδα ϑεῖον ἀοιδόν·

Verse: 337       
"Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν ϑελκτήρια οἶδας,
Verse: 338    
ἔργ' ἀνδρῶν τε ϑεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
Verse: 339    
τῶν ἕν γέ σϕιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
Verse: 340    
οἶνον πινόντων· ταύτης δ' ἀποπαύε' ἀοιδῆς
Verse: 341    
λυγρῆς, τέ μοι αἰὲν ἐνὶ στήϑεσσι ϕίλον κῆρ
Verse: 342    
τείρει, ἐπεί με μάλιστα καϑίκετο πένϑος ἄλαστον·
Verse: 343    
τοίην γὰρ κεϕαλὴν ποϑέω μεμνημένη αἰεὶ
Verse: 344    
ἀνδρός, τοῦ κλέος εὐρὺ καϑ' ῾Ελλάδα καὶ μέσον ῎Αργος."

Verse: 345       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 346       
"μῆτερ ἐμή, τί τ' ἄρα ϕϑονέεις ἐρίηρον ἀοιδὸν
Verse: 347    
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ' ἀοιδοὶ
Verse: 348    
αἴτιοι, ἀλλά ποϑι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
Verse: 349    
ἀνδράσιν ἀλϕηστῇσιν, ὅπως ἐϑέλῃσιν, ἑκάστῳ.
Verse: 350    
τούτῳ δ' οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
Verse: 351    
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ' ἄνϑρωποι,
Verse: 352    
τις ἀκουόντεσσι νεωτάτη ἀμϕιπέληται.
Verse: 353    
σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ ϑυμὸς ἀκούειν·
Verse: 354    
οὐ γὰρ ᾽Οδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
Verse: 355    
ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι ϕῶτες ὄλοντο.
Verse: 356    
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,
Verse: 357    
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμϕιπόλοισι κέλευε
Verse: 358    
ἔργον ἐποίχεσϑαι. μῦϑος δ' ἄνδρεσσι μελήσει
Verse: 359    
πᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ."

Verse: 360       
μὲν ϑαμβήσασα πάλιν οἶκον δὲ βεβήκει·
Verse: 361    
παιδὸς γὰρ μῦϑον πεπνυμένον ἔνϑετο ϑυμῷ.
Verse: 362    
ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμϕιπόλοισι γυναιξὶ
Verse: 363    
κλαῖεν ἔπειτ' ᾽Οδυσῆα, ϕίλον πόσιν, ὄϕρά οἱ ὕπνον
Verse: 364    
ἡδὺν ἐπὶ βλεϕάροισι βάλε γλαυκῶπις ᾽Αϑήνη.

Verse: 365       
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
Verse: 366    
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιϑῆναι.
Verse: 367    
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύϑων·

Verse: 368       
"μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
Verse: 369    
νῦν μὲν δαινύμενοι τερπώμεϑα, μὴ δὲ βοητὺς
Verse: 370    
ἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
Verse: 371    
τοιοῦδ', οἷος ὅδ' ἐστί, ϑεοῖς ἐναλίγκιος αὐδήν.
Verse: 372    
ἠῶϑεν δ' ἀγορὴν δὲ καϑεζώμεσϑα κιόντες
Verse: 373    
πάντες, ἵν' ὕμιν μῦϑον ἀπηλεγέως ἀποείπω,
Verse: 374    
ἐξιέναι μεγάρων· ἄλλας δ' ἀλεγύνετε δαῖτας
Verse: 375    
ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
Verse: 376    
εἰ δ' ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
Verse: 377    
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσϑαι,
Verse: 378    
κείρετἐγὼ δὲ ϑεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
Verse: 379    
αἴ κέ ποϑι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσϑαι.
Verse: 380    
νήποινοί κεν ἔπειτα δόμων ἔντοσϑεν ὄλοισϑε."

Verse: 381       
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι ϕύντες
Verse: 382    
Τηλέμαχον ϑαύμαζον, ϑαρσαλέως ἀγόρευε.
Verse: 383    
τὸν δ' αὖτ' ᾽Αντίνοος προσέϕη, Εὐπείϑεος υἱός:

Verse: 384       
"Τηλέμαχ', μάλα δή σε διδάσκουσιν ϑεοὶ αὐτοὶ
Verse: 385    
ὑψαγόρην τ' ἔμεναι καὶ ϑαρσαλέως ἀγορεύειν.
Verse: 386    
μὴ σέγ' ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ βασιλῆα Κρονίων
Verse: 387    
ποιήσειεν, τοι γενεῇ πατρώιόν ἐστι."

Verse: 388       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 389       
"᾽Αντίνο', εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττί κεν εἴπω,
Verse: 390    
καί κεν τοῦτ' ἐϑέλοιμι Διός γε διδόντος ἀρέσϑαι.
Verse: 391    
ϕῂς τοῦτο κάκιστον ἐν ἀνϑρώποισι τετύχϑαι;
Verse: 392    
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
Verse: 393    
ἀϕνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
Verse: 394    
ἀλλ' ἤτοι βασιλῆες ᾽Αχαιῶν εἰσι καὶ ἄλλοι
Verse: 395    
πολλοὶ ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ, νέοι ἠδὲ παλαιοί,
Verse: 396    
τῶν κέν τις τόδ' ἔχῃσιν, ἐπεὶ ϑάνε δῖος ᾽Οδυσσεύς:
Verse: 397    
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ' ἡμετέροιο
Verse: 398    
καὶ δμώων, οὕς μοι ληίσσατο δῖος ᾽Οδυσσεύς."

Verse: 399       
τὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου παῖς, ἀντίον ηὔδα·

Verse: 400       
"Τηλέμαχ', ἤτοι ταῦτα ϑεῶν ἐν γούνασι κεῖται,
Verse: 401    
ὅς τις ἐν ἀμϕιάλῳ ᾽Ιϑάκῃ βασιλεύσει ᾽Αχαιῶν·
Verse: 402    
κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασι σοῖσιν ἀνάσσοις.
Verse: 403    
μὴ γὰρ γ' ἔλϑοι ἀνήρ ὅς τίς σ' ἀέκοντα βίηϕι
Verse: 404    
κτήματ' ἀπορραίσει, ᾽Ιϑάκης ἔτι ναιετοώσης.
Verse: 405    
ἀλλ' ἐϑέλω σε, ϕέριστε, περὶ ξείνοιο ἐρέσϑαι,
Verse: 406    
ὁππόϑεν οὗτος ἀνήρ, ποίης δ' ἐξ εὔχεται εἶναι
Verse: 407    
γαίης... ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
Verse: 408    
ἠέ τιν' ἀγγελίην πατρὸς ϕέρει ἐρχομένοιο,
Verse: 409    
ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ' ἱκάνει;
Verse: 410    
οἷον ἀναί:ξας ἄϕαρ οἴχεται, οὐδ' ὑπέμεινε
Verse: 411    
γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει."

Verse: 412       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 413       
"Εὐρύμαχ', ἤτοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
Verse: 414    
οὔτ' οὖν ἀγγελίῃς ἔτι πείϑομαι, εἴ ποϑεν ἔλϑοι,
Verse: 415    
οὔτε ϑεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
Verse: 416    
ἐς μέγαρον καλέσασα ϑεοπρόπον ἐξερέηται.
Verse: 417    
ξεῖνος δ' οὗτος ἐμὸς πατρώιος ἐκ Τάϕου ἐστί,
Verse: 418    
Μέντης δ' ᾽Αγχιάλοιο δαί:ϕρονος εὔχεται εἶναι
Verse: 419    
υἱός, ἀτὰρ Ταϕίοισι ϕιληρέτμοισιν ἀνάσσει."

Verse: 420       
ὣς ϕάτο Τηλέμαχος, ϕρεσὶ δ' ἀϑανάτην ϑεὸν ἔγνω.

Verse: 421       
οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
Verse: 422    
τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλϑεῖν.
Verse: 423    
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλϑε·
Verse: 424    
δὴ τότε κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος.
Verse: 425    
Τηλέμαχος δ', ὅϑι οἱ ϑάλαμος περικαλλέος αὐλῆς
Verse: 426    
ὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
Verse: 427    
ἔνϑ' ἔβη εἰς εὐνὴν πολλὰ ϕρεσὶ μερμηρίζων.
Verse: 428    
τῷ δ' ἄρ' ἅμ' αἰϑομένας δαί:δας ϕέρε κέδν' εἰδυῖα
Verse: 429    
Εὐρύκλει', ῎Ωπος ϑυγάτηρ Πεισηνορίδαο,
Verse: 430    
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσι
Verse: 431    
πρωϑήβην ἔτ' ἐοῦσαν, ἐεικοσάβοια δ' ἔδωκεν·
Verse: 432    
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
Verse: 433    
εὐνῇ δ' οὔ ποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικός:
Verse: 434    
οἱ ἅμ' αἰϑομένας δαί:δας ϕέρε, καί μάλιστα
Verse: 435    
δμῳάων ϕιλέεσκε, καὶ ἔτρεϕε τυτϑὸν ἐόντα.
Verse: 436    
ὤιξεν δὲ ϑύρας ϑαλάμου πύκα ποιητοῖο,
Verse: 437    
ἕζετο δ' ἐν λέκτρῳ, μαλακὸν δ' ἔκδυνε χιτῶνα·
Verse: 438    
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
Verse: 439    
μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
Verse: 440    
πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι,
Verse: 441    
βῆ ϱ' ἴμεν ἐκ ϑαλάμοιο, ϑύρην δ' ἐπέρυσσε κορώῃ
Verse: 442    
ἀργυρέῃ, ἐπὶ δὲ κληῖδ' ἐτάνυσσεν ἱμάντι.
Verse: 443    
ἔνϑ' γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
Verse: 444    
βούλευε ϕρεσὶν ᾗσιν ὁδόν τὴν πέϕραδ' ᾽Αϑήνη.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 6.12.2017. No parts of this document may be republished in any form without prior permission by the copyright holder.