TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 50
Previous part

Chapter: 50 
Verse: 1    Καὶ ἐπιπεσὼν Ιωσηϕ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτὸν καὶ ἐϕίλησεν αὐτόν.
Verse: 2    
καὶ προσέταξεν Ιωσηϕ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταϕιασταῖς ἐνταϕιάσαι τὸν πατέρα αὐτοῦ, καὶ ἐνεταϕίασαν οἱ ἐνταϕιασταὶ τὸν Ισραηλ.
Verse: 3    
καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτως γὰρ καταριϑμοῦνται αἱ ἡμέραι τῆς ταϕῆς. καὶ ἐπένϑησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.
Verse: 4    
᾽Επειδὴ δὲ παρῆλϑον αἱ ἡμέραι τοῦ πένϑους, ἐλάλησεν Ιωσηϕ πρὸς τοὺς δυνάστας Φαραω λέγων Εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραω λέγοντες
Verse: 5    
῾Ο πατήρ μου ὥρκισέν με λέγων ᾽Εν τῷ μνημείῳ, ὤρυξα ἐμαυτῷ ἐν γῇ Χανααν, ἐκεῖ με ϑάψεις· νῦν οὖν ἀναβὰς ϑάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι.
Verse: 6    
καὶ εἶπεν Φαραω ᾽Ανάβηϑι, ϑάψον τὸν πατέρα σου, καϑάπερ ὥρκισέν σε.
Verse: 7    
καὶ ἀνέβη Ιωσηϕ ϑάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ' αὐτοῦ πάντες οἱ παῖδες Φαραω καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου
Verse: 8    
καὶ πᾶσα πανοικία Ιωσηϕ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα οἰκία πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γεσεμ.
Verse: 9    
καὶ συνανέβησαν μετ' αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο παρεμβολὴ μεγάλη σϕόδρα.
Verse: 10    
καὶ παρεγένοντο ἐϕ' ἅλωνα Αταδ, ἐστιν πέραν τοῦ Ιορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σϕόδρα· καὶ ἐποίησεν τὸ πένϑος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας.
Verse: 11    
καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χανααν τὸ πένϑος ἐν ἅλωνι Αταδ καὶ εἶπαν Πένϑος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένϑος Αἰγύπτου, ἐστιν πέραν τοῦ Ιορδάνου.
Verse: 12    
καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔϑαψαν αὐτὸν ἐκεῖ.
Verse: 13    
καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χανααν καὶ ἔϑαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ἐκτήσατο Αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Εϕρων τοῦ Χετταίου κατέναντι Μαμβρη.
Verse: 14    
καὶ ἀπέστρεψεν Ιωσηϕ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ οἱ συναναβάντες ϑάψαι τὸν πατέρα αὐτοῦ.
Verse: 15    
᾽Ιδόντες δὲ οἱ ἀδελϕοὶ Ιωσηϕ ὅτι τέϑνηκεν πατὴρ αὐτῶν, εἶπαν Μήποτε μνησικακήσῃ ἡμῖν Ιωσηϕ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἐνεδειξάμεϑα αὐτῷ.
Verse: 16    
καὶ παρεγένοντο πρὸς Ιωσηϕ λέγοντες ῾Ο πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων
Verse: 17    
Οὕτως εἴπατε Ιωσηϕ ῎Αϕες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν ϑεραπόντων τοῦ ϑεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ιωσηϕ λαλούντων αὐτῶν πρὸς αὐτόν.
Verse: 18    
καὶ ἐλϑόντες πρὸς αὐτὸν εἶπαν Οἵδε ἡμεῖς σοι οἰκέται.
Verse: 19    
καὶ εἶπεν αὐτοῖς Ιωσηϕ Μὴ ϕοβεῖσϑε· τοῦ γὰρ ϑεοῦ εἰμι ἐγώ.
Verse: 20    
ὑμεῖς ἐβουλεύσασϑε κατ' ἐμοῦ εἰς πονηρά, δὲ ϑεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαϑά, ὅπως ἂν γενηϑῇ ὡς σήμερον, ἵνα διατραϕῇ λαὸς πολύς.
Verse: 21    
καὶ εἶπεν αὐτοῖς Μὴ ϕοβεῖσϑε· ἐγὼ διαϑρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.
Verse: 22    
Καὶ κατῴκησεν Ιωσηϕ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα πανοικία τοῦ πατρὸς αὐτοῦ. καὶ ἔζησεν Ιωσηϕ ἔτη ἑκατὸν δέκα.
Verse: 23    
καὶ εἶδεν Ιωσηϕ Εϕραιμ παιδία ἕως τρίτης γενεᾶς, καὶ υἱοὶ Μαχιρ τοῦ υἱοῦ Μανασση ἐτέχϑησαν ἐπὶ μηρῶν Ιωσηϕ.
Verse: 24    
καὶ εἶπεν Ιωσηϕ τοῖς ἀδελϕοῖς αὐτοῦ λέγων ᾽Εγὼ ἀποϑνῄσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ϑεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσεν ϑεὸς τοῖς πατράσιν ἡμῶν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ.
Verse: 25    
καὶ ὥρκισεν Ιωσηϕ τοὺς υἱοὺς Ισραηλ λέγων ᾽Εν τῇ ἐπισκοπῇ, ἐπισκέψεται ὑμᾶς ϑεός, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦϑεν μεϑ' ὑμῶν.
Verse: 26    
καὶ ἐτελεύτησεν Ιωσηϕ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔϑαψαν αὐτὸν καὶ ἔϑηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.