TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 52
Previous part

Chapter: 2 
Verse: 1    ῏Ην δέ τις ἐκ τῆς ϕυλῆς Λευι, ὃς ἔλαβεν τῶν ϑυγατέρων Λευι καὶ ἔσχεν αὐτήν.
Verse: 2    
καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς.
Verse: 3    
ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν, ἔλαβεν αὐτῷ μήτηρ αὐτοῦ ϑῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσϕαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔϑηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν.
Verse: 4    
καὶ κατεσκόπευεν ἀδελϕὴ αὐτοῦ μακρόϑεν μαϑεῖν, τί τὸ ἀποβησόμενον αὐτῷ.
Verse: 5    
κατέβη δὲ ϑυγάτηρ Φαραω λούσασϑαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν· καὶ ἰδοῦσα τὴν ϑῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν.
Verse: 6    
ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ ϑίβει, καὶ ἐϕείσατο αὐτοῦ ϑυγάτηρ Φαραω καὶ ἔϕη ᾽Απὸ τῶν παιδίων τῶν Εβραίων τοῦτο.
Verse: 7    
καὶ εἶπεν ἀδελϕὴ αὐτοῦ τῇ ϑυγατρὶ Φαραω Θέλεις καλέσω σοι γυναῖκα τροϕεύουσαν ἐκ τῶν Εβραίων καὶ ϑηλάσει σοι τὸ παιδίον;
Verse: 8    
δὲ εἶπεν αὐτῇ ϑυγάτηρ Φαραω Πορεύου. ἐλϑοῦσα δὲ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου.
Verse: 9    
εἶπεν δὲ πρὸς αὐτὴν ϑυγάτηρ Φαραω Διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ ϑήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισϑόν. ἔλαβεν δὲ γυνὴ τὸ παιδίον καὶ ἐϑήλαζεν αὐτό.
Verse: 10    
ἁδρυνϑέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν ϑυγατέρα Φαραω, καὶ ἐγενήϑη αὐτῇ εἰς υἱόν· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν λέγουσα ᾽Εκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
Verse: 11    
᾽Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς ἐξήλϑεν πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραηλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνϑρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραῖον τῶν ἑαυτοῦ ἀδελϕῶν τῶν υἱῶν Ισραηλ·
Verse: 12    
περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ.
Verse: 13    
ἐξελϑὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι Διὰ τί σὺ τύπτεις τὸν πλησίον;
Verse: 14    
δὲ εἶπεν Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐϕ' ἡμῶν; μὴ ἀνελεῖν με σὺ ϑέλεις, ὃν τρόπον ἀνεῖλες ἐχϑὲς τὸν Αἰγύπτιον; ἐϕοβήϑη δὲ Μωυσῆς καὶ εἶπεν Εἰ οὕτως ἐμϕανὲς γέγονεν τὸ ῥῆμα τοῦτο;
Verse: 15    
ἤκουσεν δὲ Φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαμ· ἐλϑὼν δὲ εἰς γῆν Μαδιαμ ἐκάϑισεν ἐπὶ τοῦ ϕρέατος.
Verse: 16    
τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ ϑυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοϑορ· παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοϑορ.
Verse: 17    
παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν.
Verse: 18    
παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν· δὲ εἶπεν αὐταῖς Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσϑαι σήμερον;
Verse: 19    
αἱ δὲ εἶπαν ῎Ανϑρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν.
Verse: 20    
δὲ εἶπεν ταῖς ϑυγατράσιν αὐτοῦ Καὶ ποῦ ἐστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνϑρωπον; καλέσατε οὖν αὐτόν, ὅπως ϕάγῃ ἄρτον.
Verse: 21    
κατῳκίσϑη δὲ Μωυσῆς παρὰ τῷ ἀνϑρώπῳ, καὶ ἐξέδοτο Σεπϕωραν τὴν ϑυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.
Verse: 22    
ἐν γαστρὶ δὲ λαβοῦσα γυνὴ ἔτεκεν υἱόν, καὶ ἐπωνόμασεν Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσαμ λέγων ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.
Verse: 23    
Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν βασιλεὺς Αἰγύπτου. καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν ϑεὸν ἀπὸ τῶν ἔργων.
Verse: 24    
καὶ εἰσήκουσεν ϑεὸς τὸν στεναγμὸν αὐτῶν, καὶ ἐμνήσϑη ϑεὸς τῆς διαϑήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ.
Verse: 25    
καὶ ἐπεῖδεν ϑεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσϑη αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.