TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 66
Previous part

Chapter: 16 
Verse: 1    ᾽Απῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλϑοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν, ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυϑότων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Verse: 2    
διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων,
Verse: 3    
καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ῎Οϕελον ἀπεϑάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαϑίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσϑίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
Verse: 4    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ᾽Ιδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου οὔ·
Verse: 5    
καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ἐὰν συναγάγωσιν τὸ καϑ' ἡμέραν εἰς ἡμέραν.
Verse: 6    
καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ ῾Εσπέρας γνώσεσϑε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,
Verse: 7    
καὶ πρωὶ ὄψεσϑε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ ϑεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καϑ' ἡμῶν;
Verse: 8    
καὶ εἶπεν Μωυσῆς ᾽Εν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα ϕαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καϑ' ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καϑ' ἡμῶν γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ' κατὰ τοῦ ϑεοῦ.
Verse: 9    
εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλϑατε ἐναντίον τοῦ ϑεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.
Verse: 10    
ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράϕησαν εἰς τὴν ἔρημον, καὶ δόξα κυρίου ὤϕϑη ἐν νεϕέλῃ.
Verse: 11    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 12    
Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσϑε κρέα καὶ τὸ πρωὶ πλησϑήσεσϑε ἄρτων· καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 13    
ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς
Verse: 14    
καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.
Verse: 15    
ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Οὗτος ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν ϕαγεῖν·
Verse: 16    
τοῦτο τὸ ῥῆμα, συνέταξεν κύριος Συναγάγετε ἀπ' αὐτοῦ ἕκαστος εἰς τοὺς καϑήκοντας, γομορ κατὰ κεϕαλὴν κατὰ ἀριϑμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε.
Verse: 17    
ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν, τὸ πολὺ καὶ τὸ ἔλαττον.
Verse: 18    
καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν τὸ πολύ, καὶ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καϑήκοντας παρ' ἑαυτῷ συνέλεξαν.
Verse: 19    
εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ' αὐτοῦ εἰς τὸ πρωί.
Verse: 20    
καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπ' αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνϑη ἐπ' αὐτοῖς Μωυσῆς.
Verse: 21    
καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί, ἕκαστος τὸ καϑῆκον αὐτῷ· ἡνίκα δὲ διεϑέρμαινεν ἥλιος, ἐτήκετο.
Verse: 22    
ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομορ τῷ ἑνί· εἰσήλϑοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ.
Verse: 23    
εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμά ἐστιν, ἐλάλησεν κύριος· σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποϑήκην εἰς τὸ πρωί.
Verse: 24    
καὶ κατελίποσαν ἀπ' αὐτοῦ εἰς τὸ πρωί, καϑάπερ συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.
Verse: 25    
εἶπεν δὲ Μωυσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ· οὐχ εὑρεϑήσεται ἐν τῷ πεδίῳ.
Verse: 26    
ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.
Verse: 27    
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλϑοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον.
Verse: 28    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῞Εως τίνος οὐ βούλεσϑε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;
Verse: 29    
ἴδετε, γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καϑήσεσϑε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσϑω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
Verse: 30    
καὶ ἐσαββάτισεν λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
Verse: 31    
καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ μαν· ἦν δὲ ὡς σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.
Verse: 32    
εἶπεν δὲ Μωυσῆς Τοῦτο τὸ ῥῆμα, συνέταξεν κύριος Πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποϑήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσιν τὸν ἄρτον, ὃν ἐϕάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου.
Verse: 33    
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποϑήσεις αὐτὸ ἐναντίον τοῦ ϑεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.
Verse: 34    
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, καὶ ἀπέϑετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.
Verse: 35    
οἱ δὲ υἱοὶ Ισραηλ ἔϕαγον τὸ μαν ἔτη τεσσαράκοντα, ἕως ἦλϑον εἰς γῆν οἰκουμένην· τὸ μαν ἐϕάγοσαν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.
Verse: 36    
τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.