TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 72
Previous part

Chapter: 22 
Verse: 1    ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεϑῇ κλέπτης καὶ πληγεὶς ἀποϑάνῃ, οὐκ ἔστιν αὐτῷ ϕόνος·
Verse: 2    
ἐὰν δὲ ἀνατείλῃ ἥλιος ἐπ' αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποϑανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραϑήτω ἀντὶ τοῦ κλέμματος.
Verse: 3    
ἐὰν δὲ καταλημϕϑῇ, καὶ εὑρεϑῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτείσει.
Verse: 4    
ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἀμπελῶνα καὶ ἀϕῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτείσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτείσει.
Verse: 5    
ἐὰν δὲ ἐξελϑὸν πῦρ εὕρῃ ἀκάνϑας καὶ προσεμπρήσῃ ἅλωνα στάχυς πεδίον, ἀποτείσει τὸ πῦρ ἐκκαύσας.
Verse: 6    
ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον σκεύη ϕυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνϑρώπου, ἐὰν εὑρεϑῇ κλέψας, ἀποτείσει διπλοῦν·
Verse: 7    
ἐὰν δὲ μὴ εὑρεϑῇ κλέψας, προσελεύσεται κύριος τῆς οἰκίας ἐνώπιον τοῦ ϑεοῦ καὶ ὀμεῖται μὴν μὴ αὐτὸς πεπονηρεῦσϑαι ἐϕ' ὅλης τῆς παρακαταϑήκης τοῦ πλησίον.
Verse: 8    
κατὰ πᾶν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης, τι οὖν ἂν , ἐνώπιον τοῦ ϑεοῦ ἐλεύσεται κρίσις ἀμϕοτέρων, καὶ ἁλοὺς διὰ τοῦ ϑεοῦ ἀποτείσει διπλοῦν τῷ πλησίον.
Verse: 9    
ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον μόσχον πρόβατον πᾶν κτῆνος ϕυλάξαι, καὶ συντριβῇ τελευτήσῃ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ,
Verse: 10    
ὅρκος ἔσται τοῦ ϑεοῦ ἀνὰ μέσον ἀμϕοτέρων μὴν μὴ αὐτὸν πεπονηρεῦσϑαι καϑ' ὅλης τῆς παρακαταϑήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται κύριος αὐτοῦ, καὶ οὐκ ἀποτείσει.
Verse: 11    
ἐὰν δὲ κλαπῇ παρ' αὐτοῦ, ἀποτείσει τῷ κυρίῳ.
Verse: 12    
ἐὰν δὲ ϑηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν ϑήραν καὶ οὐκ ἀποτείσει.
Verse: 13    
ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἀποϑάνῃ αἰχμάλωτον γένηται, δὲ κύριος μὴ μετ' αὐτοῦ, ἀποτείσει·
Verse: 14    
ἐὰν δὲ κύριος μετ' αὐτοῦ, οὐκ ἀποτείσει· ἐὰν δὲ μισϑωτὸς , ἔσται αὐτῷ ἀντὶ τοῦ μισϑοῦ αὐτοῦ.
Verse: 15    
᾽Εὰν δὲ ἀπατήσῃ τις παρϑένον ἀμνήστευτον καὶ κοιμηϑῇ μετ' αὐτῆς, ϕερνῇ ϕερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα.
Verse: 16    
ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτείσει τῷ πατρὶ καϑ' ὅσον ἐστὶν ϕερνὴ τῶν παρϑένων.
Verse: 17    
ϕαρμακοὺς οὐ περιποιήσετε.
Verse: 18    
πᾶν κοιμώμενον μετὰ κτήνους, ϑανάτῳ ἀποκτενεῖτε αὐτούς.
Verse: 19    
ϑυσιάζων ϑεοῖς ϑανάτῳ ὀλεϑρευϑήσεται πλὴν κυρίῳ μόνῳ.
Verse: 20    
Καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ ϑλίψητε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ.
Verse: 21    
πᾶσαν χήραν καὶ ὀρϕανὸν οὐ κακώσετε·
Verse: 22    
ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με, ἀκοῇ εἰσακούσομαι τῆς ϕωνῆς αὐτῶν
Verse: 23    
καὶ ὀργισϑήσομαι ϑυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ παιδία ὑμῶν ὀρϕανά.
Verse: 24    
ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελϕῷ τῷ πενιχρῷ παρὰ σοί, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιϑήσεις αὐτῷ τόκον.
Verse: 25    
ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ·
Verse: 26    
ἔστιν γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηϑήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι.
Verse: 27    
ϑεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς.
Verse: 28    
ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καϑυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί.
Verse: 29    
οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό.
Verse: 30    
καὶ ἄνδρες ἅγιοι ἔσεσϑέ μοι. καὶ κρέας ϑηριάλωτον οὐκ ἔδεσϑε, τῷ κυνὶ ἀπορρίψατε αὐτό.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.