TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 77
Previous part

Chapter: 27 
Verse: 1    Καὶ ποιήσεις ϑυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος τετράγωνον ἔσται τὸ ϑυσιαστήριον καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ.
Verse: 2    
καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα· καὶ καλύψεις αὐτὰ χαλκῷ.
Verse: 3    
καὶ ποιήσεις στεϕάνην τῷ ϑυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς ϕιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.
Verse: 4    
καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ἐπὶ τὰ τέσσαρα κλίτη.
Verse: 5    
καὶ ὑποϑήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ ϑυσιαστηρίου κάτωϑεν· ἔσται δὲ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ ϑυσιαστηρίου.
Verse: 6    
καὶ ποιήσεις τῷ ϑυσιαστηρίῳ ϕορεῖς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ.
Verse: 7    
καὶ εἰσάξεις τοὺς ϕορεῖς εἰς τοὺς δακτυλίους, καὶ ἔστωσαν οἱ ϕορεῖς κατὰ τὰ πλευρὰ τοῦ ϑυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό.
Verse: 8    
κοῖλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδειχϑέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό.
Verse: 9    
Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης, μῆκος ἑκατὸν πηχῶν τῷ ἑνὶ κλίτει·
Verse: 10    
καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες αὐτῶν ἀργυραῖ.
Verse: 11    
οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία, ἑκατὸν πηχῶν μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργύρῳ.
Verse: 12    
τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ ϑάλασσαν ἱστία πεντήκοντα πηχῶν· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.
Verse: 13    
καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.
Verse: 14    
καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
Verse: 15    
καὶ τὸ κλίτος τὸ δεύτερον, δέκα πέντε πηχῶν τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
Verse: 16    
καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πηχῶν τὸ ὕψος, ἐξ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαϕιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.
Verse: 17    
πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεϕαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.
Verse: 18    
τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐϕ' ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα, καὶ ὕψος πέντε πηχῶν, ἐκ βύσσου κεκλωσμένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.
Verse: 19    
καὶ πᾶσα κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ.
Verse: 20    
Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καϑαρὸν κεκομμένον εἰς ϕῶς καῦσαι, ἵνα κάηται λύχνος διὰ παντός.
Verse: 21    
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωϑεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαϑήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀϕ' ἑσπέρας ἕως πρωὶ ἐναντίον κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.