TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1003
Previous part

Chapter: 16 
Verse: 1    ᾽Αποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων;
Verse: 2    
ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀϕῃρημένος, θύγατερ Μωαβ. ἔπειτα δέ, Αρνων,
Verse: 3    
πλείονα βουλεύου, ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ ϕεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.
Verse: 4    
παροικήσουσίν σοι οἱ ϕυγάδες Μωαβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη συμμαχία σου, καὶ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς.
Verse: 5    
καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθίεται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
Verse: 6    
᾽Ηκούσαμεν τὴν ὕβριν Μωαβ, ὑβριστὴς σϕόδρα, τὴν ὑπερηϕανίαν ἐξῆρας. οὐχ οὕτως μαντεία σου,
Verse: 7    
οὐχ οὕτως. ὀλολύξει Μωαβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ.
Verse: 8    
τὰ πεδία Εσεβων πενθήσει, ἄμπελος Σεβαμα· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείϕθησαν, διέβησαν γὰρ τὴν ἔρημον.
Verse: 9    
διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα· τὰ δένδρα σου κατέβαλεν, Εσεβων καὶ Ελεαλη, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.
Verse: 10    
καὶ ἀρθήσεται εὐϕροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐϕρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.
Verse: 11    
διὰ τοῦτο κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ἐνεκαίνισας.
Verse: 12    
καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.
Verse: 13    
Τοῦτο τὸ ῥῆμα, ἐλάλησεν κύριος ἐπὶ Μωαβ, ὁπότε καὶ ἐλάλησεν.
Verse: 14    
καὶ νῦν λέγω ᾽Εν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειϕθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.