TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1007
Previous part

Chapter: 20 
Verse: 1    Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθαν εἰς ῎Αζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως ᾽Ασσυρίων καὶ ἐπολέμησεν τὴν ῎Αζωτον καὶ κατελάβετο αὐτήν,
Verse: 2    
τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων Πορεύου καὶ ἄϕελε τὸν σάκκον ἀπὸ τῆς ὀσϕύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.
Verse: 3    
καὶ εἶπεν κύριος ῝Ον τρόπον πεπόρευται Ησαιας παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·
Verse: 4    
ὅτι οὕτως ἄξει βασιλεὺς ᾽Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.
Verse: 5    
καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐϕ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.
Verse: 6    
καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ᾽Ιδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ ϕυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ασσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.